Σάββατο 21 Απριλίου 2012

Κυριακὴ τοῦ Θωμᾶ. Ἁγίου Ἰωάννου Χρυσοστόμου


Κυριακὴ τοῦ Θωμᾶ Ἰωαν. κ΄ 19-31
 Ὁμιλία εἰς τὴν καινὴν Κυριακὴν καὶ εἰς τὸν Ἀπόστολον Θωμᾶν




Ἤκω τὸ περιλειφθὲν ὄφλημα καταβαλεῖν ἐπιγόντως. Εἱ γὰρ καὶ πένης εἰμί, ἀλλὰ τὴν εὐγνωμοσύνην ὑμῶν ἐκβιάζομαι. Ὑπεσχόμην ὑποδεικνύσαι τοῦ Θωμᾶ τὴν ἀπιστίαν· καὶ δὴ πάρειμι ταύτην ἀποδώσω ὑμῖν·  προθυμοῦμαι γὰρ τάς πρώτας ὀφειλὰς πρῶτον ἀποτιννύειν, ἵνα μὴ τοῖς ἐπισυναγομένοις τόκοις κατασχεθῶ. Συμπράξατε οὖν μοι πρὸς τὴν τοῦ χρέους καταβολήν, καὶ καθικετεύσατε τὸν Θωμᾶν, ἵνα τὴν ἁγίαν αὐτοῦ δεξιὰν τὴν ἀψαμένην τῆς τοῦ Δεσπότου πλευρᾶς τοῖς ἐμοῖς χείλεσιν ἐπιθείς, νευρώσῃ μου τὴν γλῶτταν πρὸς τὴν ἐξήγησιν τῶν ποθουμένων ἡμῖν. Ἐγὼ δὲ ταῖς πρεσβείαις τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ θαρρῶν, κηρύττω τὴν προτέραν ἀμφιβολίαν αὐτοῦ, καὶ τὴν δευτέραν ὁμολογίαν τῆς Ἐκκλησίας ἡμῶν κρηπῖδα τυγχάνουσαν καὶ θεμέλιον. Εἰσελθόντος τοῦ Σωτῆρος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς κεκλεισμένων τῶν θυρῶν, καὶ πάλιν ἐξελθόντος ὥσπερ εἰσῆλθεν, ὁ Θωμᾶς ἀπελιμπάνετο μόνος. Ἦν δὲ καὶ τοῦ Θείας οἰκονομίας ἔργον, ὥστε τὸν χωρισμὸν τοῦ μαθητοῦ πρόξενον γενέσθαι πλείονος ἀσφαλείας καὶ βεβαιότητος. Εἰ γὰρ παρῆν ὁ Θωμᾶς, οὐκ ἄν πάντως ἀμφέβαλλεν·  εἰ δὲ μὴ ἀμφέβαλλεν, οὐκ ἄν περιέργως ἐζήτησεν· εἰ δὲ μὴ ἐζήτησεν, οὐ ἄν ἐψηλάφησεν· εἰ δὲ μὴ ἐψηλάφησεν, οὐκ ἄν Κύριον καὶ Θεὸν ἀνηγόρευσεν· εἰ δὲ μὴ Κύριον καὶ Θεὸν τὸν Χριστὸν ἀπεκάλεσεν, οὐκ ἄν ἡμεῖς οὕτως αὐτὸν ἀνυμνεῖν ἐδιδάχθημεν. Ὥστε καὶ μὴ παρὼν ὁ Θωμᾶς ἡμᾶς πρὸς τὴν ἀλήθειαν ἐποδήγησε, καὶ παραγενόμενος ὕστερον βεβαιοτέρους περὶ τὴν πίστιν ἐποίησεν. Ἔλεγον τοίνυν οἱ μαθηταὶ τῷ Θωμᾷ τελευταῖον ἐπεισελθόντι, Ἑωράκαμεν τὸν Κύριον, ἑωράκαμεν τὸν εἰπόντα, Ἐγὼ εἰμι τὸ φῶς τοῦ κόσμου· ἑωράκαμε τὸν εἰπόντα· Ἐγὼ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια· καὶ τῶν λόγων τὴν ἀλήθειαν εὕρομεν τοῖς πράγμασιν λάμπουσαν· ἑωράκαμεν τὸν εἰπόντα, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· καὶ τὴν ἀνάστασιν ἰδόντες, τὸν ἀναστάντα προσεκυνήσαμεν· ἠκούσαμεν αὐτοῦ πρὸς ἡμᾶς εἰπόντος, Εἰρήνη ὑμῖν, καὶ τὴν ζάλην τῆς λύπης πρὸς γαλήνης εὐφροσύνης ἐτρέψαμεν· ἐθεασάμεθα τὰς χεῖρας αὐτοῦ τὰς ὑποδεξαμένας τὰς τῶν ἥλων ἀκμάς, ἐθασάμεθα τὰς χεῖρας τὰς καταβοώσας τῆς λύσσης τῶν θεομάχων κυνῶν, ἐθεασάμεθα τὰς χεῖρας τὰς ὑφανάσας τὴν ἀφθαρσίαν ἡμῖν, ἐθεασάμεθα καὶ τὴν πλευρὰν τὴν παντὸς κήρυκος λαμπρότερον βοῶσαν τὴν εὐσπλαχνίαν τοῦ πληγέντος· αὐτὴν ἐθεασάμεθα τὴν πλευράν, ἥν ὑμνοῦσαν ἄγγελοι, καὶ σέβουσιν οἱ πιστεύοντες, καὶ δαίμονες φρίττουσιν. Ὑπεδεξάμεθα καὶ φύσημα θεῖον ἐκ τοῦ θείου στόματος αὐτοῦ, φύσημα πνευματικὸν, φύσημα πάσης χάριτος χορηγόν. Ἐχειροτονήθημεν ἐκ τοῦ Δεσπότου δεσπόται τῆς τῶν πλημμελημάτων ἀφέσεως· ἐγενόμεθα καὶ κύριοι τῆς τῶν ἁματωλῶν κρίσεως, τοιοῦτον ρῆμα παρ’ αὐτοῦ δεξάμενοι σύνθημα. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίεναι αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.  Τοιούτων λόγων κατετρυφήσαμεν τοῦ Σωτῆρος, τοιούτων δωρεῶν ἀπηλαύσαμεν· οὐ γὰρ ἐνῆν ἡμᾶς μὴ πλουτισθῆναι πλουσίου περιτυχόντος Δεσπότου· οὐ δὲ μόνος πτωχὸς ἔμεινας μὴ παρών. Τί οὖν πρὸς αὐτοὺς ὁ Θωμᾶς; Ἑωράκατε τὸν Κύριον; καλῶς.  Οὐκοῦν ὅν ἐθεάσασθε, μειζόνως σέβεσθε·  ὅν κατωπτεύσατε, κηρύττοντος διαγίνεσθε. Ἐγὼ δὲ ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Ἀλλ’ ὑμεῖς οὐκ ἄν ἐπιστεύσατε, εἰ μὴ πρῶτον ἐθεάσασθε· οὕτω κἀγώ, ἐὰν μὴ ἴδω, οὐ πιστεύσω. Ἐπίμεινον, ὧ Θωμᾶ, τῷ τούτῳ πόθῳ, σπουδαίως ἐπίμεινον, ἵνα σοῦ βλέποντος ἐγὼ βεβαιωθῶ τὴν ψυχήν·  ἐπίμεινον, ζητῶν τὸν εἰπόντα, Ζητεῖτε καὶ εὑρήσετε· μὴ παρέλθης ἁπλῶς ἐρευνῶν, ἐὰν μὴ εὑρήσῃς ὅν ζητεῖς θησαυρόν· ἐπίμεινον κρούων τὴν θύραν τῆς ἀναντιρρήτου γνώσεως, ἕως ἄν ὑπανοίξῃ σοι ταύτην ὁ εἰπών· Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν. Φιλῶ σου τὴν διχόνοιαν τῶν λογισμῶν, ὡς πᾶσαν διχόνοιαν  τέμνουσαν· ἀγαπῶ σου τὸν φιλομαθῆ τρόπον, ὡς πᾶσαν φιλονεικίαν ἐκκόπτοντα· ἡδέως ἀκούω σου πολλάκις λέγοντο·  Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω.  Σοῦ γὰρ ἀπιστοῦντος, ἐγὼ πιστεύειν διδάσκομαι· σοῦ τῇ δικέλλῃ τῆς γλώττης ὀρύττοντος τὰς τοῦ θείου σώματος ἀρούρας, ἐγὼ τὸν καρπὸν ἀπόνως θερίζω καὶ σωρεύω πρὸς ἐμαυτόν. Ἐὰν μὴ ἴδω τοὺτοις μου τοις ὀφθαλμοῖς τοὺς ἐν ταῖς ἁγίαις αὐτοῦς χερσὶν αὔλακαας, οὕς ἠροτρίασαν οἱ δυσσεβεῖς, οὐδαμῶς τοῖς ὑμετέροις συνθήσομαι ρήμασιν ἐὰν μὴ βάλω τοῦτόν μου τὸν δάκτυλον εἰς τὰ κοιλώματα τῶν ἥλων, οὐ ἄν τὸ ὑμέτερον Εὐαγγέλιον παραδέξωμαι· ἐὰν μὴ κρατήσω ταύτῃ μου τῇ χειρὶ τὴν πλευρὰν ἐκείνη, τὴν ἀνύποπτον μάρτυρα τῆς ἀναστάσεως, οὐκ ἄν τῷ ὑμετέρῳ πιστεύσοιμι δόγματι. Ἅπας γὰρ λόγος κεκτημένος τὴν ἀπὸ πάντων πραγμάτων συνηγορίαν, ἰσχυρὸς ὑπάρχει καὶ βέβαιος· πᾶσα δὲ φωνὴ τῆς ἀπὸ τῶν ἔργων μαρτυρίας ἐστερημένη, ἐστὶν ἐξίτηλος ἐκ τῶν χειλέων εἰς τὸν ἀέρα χρεομένη. Μέλλω κηρύττειν  τοῖς ἀνθρώποις τοῦ διδασκάλου τὰ θαύματα· πῶς οὖν ἅ μὴ παρέλαβον τοῖς ὀφθαλμοῖς, ταῦτα τοῖς λόγοις ἐξείπω; Πῶς πείσω τοὺς ἀπίστους πιστεῦσαι, οἷς οὔτε αὐτὸς τέως παρηκολούθησα; Εἴπω τοῖς Ἰουδαῖοις καὶ τοῖς Ἕλλησιν, ὅτι Σταυρωμένον μὲν τὸν ἐμὸν Δεσπότην τεθέαμαι, ἀναστάντα δὲ οὐκ εἶδον, ἀλλ’ ἤκουσα; τίς οὐ διαπτύσει τὸ κήρυγμα; Ἕτερον γὰρ ἐστὶν ἀκοή, καὶ ἕτερον ὄψις· καὶ ἕτερόν ἐστι λόγων ἀπαγγελία, καὶ ἄλλο πραγμάτων θεά καὶ πεῖρα. Οὕτως ἀμφίβολον κεκτημένου τὴν γνῶσιν τοῦ Θωμᾶ, μεθ’ ἡμέρας ὀκτὼ πάλιν ὁ Δεσπότης πρὸς τοὺς μαθητὰς συνηθροισμένους ὁμοῦ παρεγένετο. Ἀφῆκε τὸν Θωμᾶν ἐν ταῖς μέσαις ἡμέραις κατηχηθῆναι πρῶτον ὑπὸ τῶν ἑταίρων αὐτοῦ, συνεχώρησεν αὐτὸν ἐκκαῆναι τῷ δίψει τῆς θέας αὐτοῦ· καὶ τῆς ψυχῆς αὐτοῦ σφοδρῶς ἀναφλεχθείσης τῷ πόθῳ τῆς ὄψεως, τότε λοιπὸν εὐκαίρως ὁ ποθούμενος τὸν ποθοῦντα κατέλαβεν. Ὁμοίως δέ, καθαπερ τὸ πρίν, τῶν θυρῶν, κεκλεισμένων, τοῦτο πεποίηκε, καὶ πάλιν, καθάπερ καὶ πρότερον, εἶπεν αὐτοῖς, Εἰρήνη ὑμῖν, ἵνα καὶ τοῦ πράγματος καὶ τοῦ θαύματος ἧ ταυτότης, καὶ τῶν ἀποστόλων τὴν ἐπαγγελίαν βεβαιώσῃ, καὶ παραστήσῃ τῆς δευτέρας αὐτοῦ ἐπετελεύσεως τὸ ἀκριβὲς . Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλὸν σου ὦδε, καὶ ἴδε τὰς χεῖράς μου. Ὦ φιλανθρωπίας ἀπαράντου ὕψος!  ὦ συγκαταβάσεως ἀμετρήτου πέλαγος!  Οὐκ ἀνέμεινε τὴν πρόσοδον του μαθητοῦ, οὐ περιέμεινε τὸν δεόμενον προσελθεῖν καὶ δεηθῆναι καὶ τυχεῖν ὧν ἐβούλετο, οὐκ ἀπεστέρησεν αὐτὸν οὐδὲ πρὸς βραχὺ τῆς εὐχῆς, ἀλλ’ αὔτός ὁ ἐρώμενος τὸν ἐραστῆν πρὸς τὸν ποθούμενον ἐβίαζεν, αὐτὸς τῇ φωνῇ τὸν δάκτυλον τοῦ ποθοῦντος πρὸς αὐτὸν ἐπεσπάσατο, αὐτὸς τῇ Δεσποτικῇ γλώττη τὴν δουλικὴν δεξιὰν εἴλκυσεν εἰπὼν πρὸς αὐτόν· Φέρε τὸν δάκτυλόν σου ὦδε, καὶ ἴδε τὰς χεῖράς μου, Ἤκουσα Θωμᾶ, μὴ παρῶν ὡς ἄνθρωπος, ἀλλὰ  παρὼν ὡς Θεὸς, ἅπερ ἐλάλησας πρὸς τοὺς στοὺς ἀδελφούς· παρήμην ὑμῖν τῇ θεότητι, κεχωρισμένος ὑμῶν τῇ ἀνθρωπότητι.  Θέλεις ὑπομνήσω σοι τῶν εἰρημένων πρώην ρημάτων; οὐκ εἶπας, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τόπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρα μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω; οὐ ταῦτα τὰ ρήματα διὰ τῶν σῶν ἐρρύη χειλέων; οὐ ταὐτα τὰ ρήματα τυγχάνει τῶν σῶν λογισμῶν; Διὰ ταῦτα πάιν ἐλήλυθα, δι’ ἅπερ ἀμφιβάλλεις· τοῦτο δεύτερον ἐπλησίασα, δι’ ἅπερ ἐπιθυμεῖς, ἀφῖγμαι.  Καὶ νῦν διὰ σὲ τὸν ἕνα παρεγενόμην πρὸς σέ, ὁ διὰ τὸ πλανώμενον πρόβατον κατελθὼν ἐκ τῶν οὐρανῶν, καὶ τοὺς οὐρανοὺς μὴ καταλιπών. Μὴ τοίνυν αἰσχυνθῇς μαθεῖν ἅ ποθεῖς, μὴ ἐντραπῇς περιεργάσασθαι ἅπερ ἐπιζητεῖς·  μὴ παραιτήσῃ τὸν σὸν δάκτυλον ἐπιβαλεῖν ταύταις μου ταῖς χερσίν. Ἀνεχομαί καὶ δακτύλου περιέργου, ὡς ἠνεσχόμην τῶν ἥλων· ὑπομένω τοῦ φιλοῦντος τὴν περιέργειαν, ὡς ὑπέμεινα τὴν τῶν μισούντων ἐπήρειαν· σταυρούμενος ὑπὸ τῶν ἐχθρῶν οὐκ ἠγανάκτησα, καὶ παρὰ σοῦ ἐρευνώμενος οὐχ ὑποίσω; Φέρε τὸν δάκτυλόν σου ὦδε, καὶ ἴδε τὰς χεῖράς μου τὰς τραυματισθείσας ὑπὲρ ὑμῶν, ἵνα θεραπευθῶσιν οἱ μώλωπες τῶν ὑμετέρων ψυχῶν· ἴδε τὰς χεῖράς μου, καὶ λόγισαι κατὰ σαυτόν, πότερον ἐκεῖνός εἰμι, ὁ σταυρωθεὶς ἐκών, ἤ ἄλλος τις παρ’ ἐκεῖνον· ἴδε τὰς χεἰρὰς μου ἄς ἔχειν ἀφῆκα τῆς Ἰουδαϊκῆς μανίας τὰ σύμβοαλ, ἵν’  ὅταν συνήθως ἀναισχυντήσωσιν οἱ Ἰουδαῖο κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ εἴπωσι πρὸς με, Ἡμεῖς σε οὐκ ἐσταυρώσαμεν Δέσποτα, ὑποδείξω τοῖς πολεμίοις τὰς χεῖρας ἐν τούτῳ τῷ σχήματι, καὶ τῇ ὄψει καταισχύνωμαι τὰ πρόσωπα τῶν Ἰουδαίων. Ἴδε τὰς χεῖράς μου καὶ τὴν ἀλήθειαν τῆς ἐμῆς ἀναστάσεως· μὴ νομίσῃς φαντασίαν εἶναι τινα.  Κράτησον ταύτης τὰς χεῖρας, ὡς ὁμήρους τῆς ὑμετέρας ἀναγεννήσεως·  κράτησον ταύτας τὰς χεῖρας, ὡς ἐνέχυρα τῆς ἐκ τῶν μνημάτων ἐπαναδύσεως·  κράτησον ταύτας τὰς χεῖρας, ἄγκυραν τοῦ ἐν τῷ ἅδῃ βυθοῦ. Μὴ φοβηθῇς μηδένα χειμῶνα βιωτικόν, μὴ φρίξῃς μηδεμίαν ζάλην κοσμικήν, μὴ φοβηθῇς τὰς τῶν ἐναντίων ἀνέμων πνοάς, μὴ φορτίσῃς τῶν καταιγίδων καὶ τῶν σπιλάδων τῆς τῶν πολεμίων θαλάσσης. Πλέε θαρρῶν τοῦ βίου τὸ πέλαγος, πλέε κατέχων τὴν ἄγκυραν τοῦ πνεύματος, πλέε προσέχων ὡς λιμένι τῷ οὐρανῷ, πλέε φοβούμενος μόνον τῆς ἐμῆς ἀρνήσεως τὸ ναυάγιον· γέλα τὸν θάνατον ὡς νεκρόν, παῖζε τὴν φθορὰν ὡς ἀνίσχυρον, ἀσπάζου τὴν δι’ ἐμὲ τελευτὴν ὡς ἀρχὴν ἐνδοτέρας ζωῆς, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου·  ἄντλησον διὰ τὴς σῆς χειρὸς ἐκ τῆς ζωηφόρου μου κρήνης τὸ ποθούμενον πόμα, καὶ τὸ δίψος παραμύθησαι εἰς τὸ σόν.  Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· εἰσάγαγε τὴν σὴν δεξιὰν εἰς τὸ ἰατρεῖον τῆς φύσεως, καὶ ἔκβαλε τὸ φάρμακον τῆς σῆς προαιρέσεως· φέρω χειρὸς φιλούσης ἐπιβολὴν, ὁ δεξάμενος λόγχῃ πληγήν.  Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευρὰν μου, ἵνα ἔχῃς ὑπὲρ αὐτῆς ἀγωνίζεσθαι, ἵνα ἔχῃς λέγειν πρὸς τοὺς ἀντιφθεγγόμενους τῇ ἀληθείᾳ, ὅτι μετὰ τὴν ἀνάστασιν εἶδές με καὶ κατέμαθες καὶ ἐψηλάφησας με ἀκριβῶς. Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευρὰν μου· διὰ σὲ γὰρ ταύτην οὕτω καὶ κατέλιπον, ὁ τῶν ἄλλων τὰ σώματα καὶ τὰς ψυχὰς ἰασάμενος, προειδὼς ὡς Θεὸς, ὅτι θελήσεις αὐτὴν οὕτως ἰδεῖν, ἵνα σὺ τοῦ πάθους τῆς ἐμῆς σαρκὸς τοὺς τύπους ἰδών, τῆς σῆς ψυχῆς θεραπεύσῃς, τὸ πάθος. Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευρὰν μου, ἥν οὕτως ὡς βλέπεις ἐφύλαξα, ἵν’ ὅταν παραγένωμαι πάλιν ἐκ τῶν οὐρανῶν, καὶ καθίσω κριτὴς ζώντων καὶ νεκρῶν, ἴδωσαν οἱ Ἰουδαῖοι τῆς κακῆς αὐτῶν ἐργασίας ἀντιπρόσωπα ἔργα φαινόμενα, καὶ αὐτοκατάκριτοι γέγωναι.  Καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. Κακὸν ἡ ἀπιστία, βυθίζει τὸν νοῦν. Ἡ πίστις μετεωρίζει τοῦτον εἰς οὐρανόν· ἡ ἀπιστία τυφλοῖ τὴν ψυχήν· ἡ πίστις φωτίζει τοὺς λογισμούς· ἡ ἀπιστία καὶ τὰ ὁρατὰ παρορᾷ· ἡ πίστις καὶ τὰ ἀόρατα καθορᾷ· ὁ ἄπιστος παντάπασιν ἀγνοεῖ. Μὴ γίνου ἄπιστος ἀλλὰ πιστός·  ἀποδίωξον τὸ νέφος τῆς ἀποστίας, καὶ θέασε τὰς καθαρὰς ἀτκῖνας τῆς πίστεως. Γενοῦ καὶ διὰ πάντων ἀπόστολος τῆς ἐμῆς θεότητος ἄξιος·  γενοῦ τοιοῦτος, οἷον εἶναι χρὴ τὸν ἐμοὶ συντυχόντα καὶ τυχόντα τούτων, ὧνπερ τετύχηκας. Ὁμοίως τοῖς ἄλλοις ἀποστόλοις ἐκλήθης, ὁμοίως αὐτοῖς ἐτιμήθης, ὁμοίως αὐτοῖς καθοπλίσθητι· ὁμοίως αὐτοῖς ἅπερ εἴδωντεθέασαι, ὁμοίως αὐτοῖς ἐθαρρήθης, ὡς φίλος, ὅλον μου τὸ μυστήρον·  ὁμοίως αὐτοῖς κήρυττε τὴν ἐμὴν δύναμιν. Μὴ πάλιν εἶπης μετὰ τὸ ἅπαξ ἰδεῖν. Ἐὰν μὴ πάλιν ἴδω ἐν τοῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω.  Ἕως εἰμὶ μεθ’ ὑμῶν, ὡς βούλει, πολυπραγμόνησον·  ἕως ἔχεις παρισταμένην σοι τὴν οὐράνιον ἄμπελον, πάντας τοὺς κλάδους αὐτῆς καὶ τοὺς βότρυας ἐρεύνησον. Ἀνελεύσομαι γὰρ εἰς οὐρανούς, ὄθεν ἦλθον εἰς γῆν, ἀνελεύσομαι ὅπου εἰμί, ἀνελεύσομαι τῇ  ἀνθρωπότητι ὅθεν συγκατέβην ὑμῖν τῇ θεότητι, ἀνελεύσομαι μετὰ τούτου τοῦ σώματος, ὁ χωρὶς τούτου ἐκδημήσας ἐκεῖθεν, καὶ μείνας ἐκεῖ· ἀνελεύσομαι μετὰ τῆς ὑμετέρας φύσεως πρὸς τὸν πατρῷον κόλπον. Ὁ ὥν ἐν τοῖς κόλποις τοῦ πατρός·  ἤνυσα γὰρ τὸ ἔγον, δι’ ὅ τὴν ὁδὸν ταύτην πεποίημα. Ἀψάμενος τοίνυν ὁ Θωμᾶς τῶν Δεσποτικῶν χειρῶν καὶ τῆς θείας πλευρᾶς, καὶ μεστὸς γενόμενος δειλίας ὁμοῦ καὶ περιχαρείας ἐκ τῆς θέας ὧν ἐπεθπύμηε, πρὸς ὑμνῳδίαν εὐθέως τὴν γλῶτταν κινεῖ, βοῶν πρὸς τὸν Κύριον·  Ὁ Κύριος μου, καὶ ὁ Θεός μου·  σὺ εἶ Κύριος καὶ Θεός, σὺ εἶ καὶ ἄνθρωπος καὶ φιλάνθρωπος, σὺ εἶ ξένος καὶ παράδοξος τῆς φύσεως ἰατρός· οὐ τέμνεις σιδήρῳ τὰ πάθη, οὐ καίεις περὶ τὰ ἔλκη, οὐ ἐρανίζῃ παρὰ βοτανῶν τὴν τῶν φαρμάκων ἰσχύν, οὐκ ἐπιδεσμεύεις ἐπιδέσμοις ὁρατοῖς τὰ κάμνοντα ἔλκη·  ἔχεις οἰκτιρμῶν ἐπιδέσμους ἀοράτους, ἀόρατως τὰ διαλελυμένα συσφίγγοντας· ἔχεις λόγον σιδήρου τομώτερον, ἔχεις ρῆμα πυρὸς δυνατότερον, ἔχεις νεῦμα φαρμάκου προσηνέστερον. Ὡς δημιουργὸς ἀπόνως ἁγιάζεις τὸ ποίημα, ὡς πλάστης μεταπλάττεις ἀκαμάτως τὰ πλάσματα.  Σὺ λέπραν ἀπέξεσας, ὡς ἠθέλησας, σὺ χωλοὺς δρομαίους ἀνέδειξας, σὺ παραλύτους βαστάζειν τὰς ἑαυτῶν κλινας ἐποίησας, σὺ τυφλοὺς ἐκ γενετῆς ἀπονίψασθαι τὸν ζόφον ἐκέλευσας, σὺ τοὺς δαίμονας ἐκ τῶν σῶν ποιημάτων ἐξώρισας, σὺ παρὰ τῶν ἐχθρῶν ἐκρατήθης βουλόμενος, σὺ θέλων παρὰ τῶν Ἰουδαίων πάντα κατὰ σάρκα πέπονθας δι’ ἐμέ. Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Ἐπέγνων τὸν ἐμὸν Δεσπότην, ἐπέγνων τὸν ἐμὸν ἁλιέα καὶ φύλακα, ἐπέγνων τὸν ἐμὸν βασιλέα καὶ κύριον. Ὁ Κύριός μου, καὶ ὁ Θεός μου.  Πιστεύω σου, Δέσποτα τῇ οἰκονομίᾳ, πιστεύω σου τῇ συγκατάβασει, πιστεύω σου τῇ προσλήψει τῆς ἐμῇς ἀρχῇς, πιστεύω σου τὸν προσκυνούμενον σταυρόν, πιστεύω σου τοῖς παθήμασι τῆς σαρκός, πιστεύω σου τῷ τριημέρῳ θανάτῳ, πιστεύω σου τῇ ἀναστάσει·  λοιπὸν οὐκέτι πολυπραγμονῶ·  πιστεύω, οὐκέτι λογοθετῶ·  πιστεύω, οὐκέτι ζυγοστατῶ·  πιστεύω, οὐκέτι περιεργάζομαι·  πιστεύω τοῖς ἐμοῖς ὀφθαλμοῖς, πιστεύω τῇ ἐμῇ δεξιᾷ. Ἔμαθον ἀφ’ ὧν εἶδον μὴ λογοθετεῖν· ἔμαθον ἀφ’ ὧν ἐψηλάφησα προσκυνεῖν, μὴ ζυγομαχεῖν· ἕνα Κύριον καὶ Θεὸν ἐπίσταμαι, τὸν Δεσπότην Χριστὸν ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔρχομαι νὰ καταβάλλω χωρὶς ἄλλο τὴν ὀφειλή μου. Γιατὶ κι ἄν εἶμαι φτωχὸς ὅμως θέλω νὰ ἀποσπάσω βίαια τὴν εὐγνωμοσύνη σας. Ἔδωσα τὴν ὑπόσχεση νὰ σᾶς φανερώσω τὴν ἀπιστία τοῦ Θωμᾶ καὶ τώρα ἔρχομαι νὰ τὴν ἐκπληρώσω.  Τὶς πρῶτες ὀφειλὲς πρῶτα βιάζομαι νὰ ἐξοφλῶ,γιὰ νὰ μὴ μὲ πνίξουν οἱ τόκοι του, ποὺ μαζεύονται. Συνεργαστῆτε καὶ σεῖς στὴν καταβολὴ τοῦ χρέους μου καὶ ἱκετέψτε τὸ Θωμᾶ, νὰ βάλη στὰ χείλη μου τὸ ἅγιο χέρι του, ποὺ ἄγγιξε τὴν πλευρὰ τοῦ Κυρίου, νὰ νευρώση τὴ γλῶσσα μου, γιὰ νὰ σᾶς ἐξηγήση ὅσα ποθῆτε. Κι ἐγὼ παίρνοντας θάρρος ἀπὸ τὶς πρεσβεῖες τοῦ ἀποστόλου καὶ μάρτυρα Θωμᾶ διαλαλῶ τὴν πρώτη του ἀπιστία καὶ τὴν ὕστερη ὁμολογία, ποὺ εἶναι τῆς Ἐκκλησίας κρηπίδα καὶ θεμέλιο. Ὅταν μπῆκε ὁ Χριστὸς στοὺς μαθητάς του, ἐνῶ οἱ πόρτες ἦσαν κλεισμένες καὶ βγῆκε πάλι μὲ τὸν ἴδιο τρόπο, ὁ Θωμᾶς ἔλειπε μονάχα. Ἦταν κι αὐτὸ ἔργο τῆς θείας οἰκονομίας· ἡ ἀπομάκρυνση του μαθητοῦ νὰ προξενήση περισσότερη ἀσφάλεια καὶ βεβαιότητα. Γιατὶ ἄν ἦταν μαζὶ ὁ Θωμᾶς, δὲ θὰ εἶχε βέβαια ἀμφιβολία· κι ἄν δὲν εἶχε ἀμφιβολία, δὲν θὰ ζητοῦσε μ’ ἐπιμονή· καὶ ἄν δὲν ζητοῦσε, δὲ θὰ ψηλαφοῦσε τὸν Κύριο καὶ Θεὸ κι ἄν δὲν ὡμολογοῦσε τὸν Κύριο καὶ Θεὸ κι ἄν δὲν ὡμολογοῦσε Κύριο καὶ Θεό, τὸ Χριστό, δὲ θὰ εἴχαμε ἐμεῖς διδαχθῆ νὰ τὸν δοξολογοῦμε μ’ αὐτὸν τὸν τρόπο. Ὥστε μὲ τὴν ἀπιστία του ὁ Θωμᾶς μᾶς ποδηγέτησε πρὸς τὴν ἀλήθεια κι ὅταν ἦρθε ὕστερα σταθεροποίησε τὴν πίστη μας. Ἔλεγαν λοιπὸν οἱ μαθηταὶ στο Θωμᾶ ὅταν ἦρθε·  «Ἔχομε δεῖ τὸν Κύριο, ἔχομε δεῖ αὐτὸν ποὺ εἶπε· ἐγὼ εἶμαι τὸ φῶς τοῦ κόσμου· ἔχομε δεῖ αὐτὸν ποὺ εἶπε ἐγὼ εἶμαι ἡ ἀνάσταση καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια·  καὶ βρήκαμε τὴν ἀλήθεια τῶν λόγων νὰ λάμπη μέσα στὰ πράγματα. Ἔχομε δεῖ αὐτὸν ποὺ εἶπε· σὲ τρεῖς ἡμέρες σηκώνομαι, κι ἀφοῦ εἴδαμε μὲ τὰ μάτια μας τὴν ἀνάσταση προσκυνήσαμε αὐτὸν ποὺ ἀναστήθηκε. Τὸν ἀκούσαμε νὰ μᾶς λέη «εἰρήνη σ’ ἐσᾶς», κι ἀλλάξαμε τὸ σκοτισμὸ τῆς λύπης σὲ γαλήνια χαρά. Εἴδαμε τὰ χέρια του ποὺ δέχτηκαν τὶς αἰχμὲς τῶν καρφιῶν, εἴδαμε τὰ χέρια ποὺ κατηγοροῦν τὴ λύσσα τῶν θεομάχων σκυλιῶν, εἴδαμε τὰ χέρια ποὺ ὕφαναν τὴν ἀφθαρσία μας. Εἴδαμε καὶ τὴν πλευρὰ ποὺ κραυγάζει καθαρώτερα ἀπὸ κάθε κήρυκα τὴν καλωσύνη τοῦ πληγωμένου. Εἴδαμε τὴν ἴδια τὴν πλευρὰ, ποὺ οἱ ἄγγελοι ὑμνοῦν καὶ οἱ πιστοὶ σέβονται καὶ οἱ δαίμονες τρέμουν. Δεχτήκαμε καὶ τὴ θεϊκὴ πνοὴ ἀπὸ τὸ θεϊκὸ στόμα του, φύσημα πνευματικό, φύσημα ποῦ σκορπίζει κάθε χάρη. Ὁ ἐξουσιαστὴς ἔδωσε καὶ σ’ ἐμᾶς ἐξουσία νὰ συγχωροῦμε τὰ σφάλματα. Ἀποκτήσαμε τὸ δικαίωμα νὰ κρίνωμε τοὺς ἁμαρτωλούς, ἀφοῦ μᾶς ἔδωσε τέτοια ἐντολή· Ἄν ἀφήσετε τὶς ἁμαρτίες μερικῶν, ἀφήνονται· ἄν μερικῶν τὶς κρατήσετε, κρατοῦνται.  Τέτοια βαθειὰ χαρὰ πήραμε ἀπ’ τὸν Σωτῆρα, τέτοια δῶρα ἀπολαύσαμε. Ἀδύνατο νὰ μὴν πλουτίσωμε, ἀφοῦ μᾶς ἔτυχε τέτοιος Κύριος. Ἔμεινε φτωχὸς μόνο αὐτὸς ποὺ δὲ βρέθηκε μαζί μας. Κι ὁ Θωμᾶς τοὺς εἶπε·  «Ἔχετε δεῖ τὸν Κύριο; Καλά. Αὐτὸν ποὺ εἴδατε λοιπὸν νὰ τὸν σέβεστε πιὸ πολὺ . Αὐτὸν ποὺ παρατηρήσατε, νὰ τὸν κηρύττετε ἀδιάκοπα. Ἐγὼ ὅμως, ἄν δὲ δῶ μέσα στὶς παλάμες του τὰ ἴχνη τῶν καρφιῶν καὶ δὲ βάλω τὸ δάχτυλό μου στὸ σημάδι ἀπ’ τὰ καρφιὰ καὶ δὲ βάλω τὸ χέρι μου στὴν πλευρὰ του, δὲ θὰ πιστέψω. Κι ἐσεῖς δὲ θὰ πιστεύατε, ἄν δὲν βλέπατε πρῶτα· ἔτσι κι ἐγώ, ἄν δὲν ἰδῶ δὲ θὰ πιστέψω. Μεῖνε, Θωμᾶ, σταθερὸς στὸ πόθο σου αὐτόν, μεῖνε σταθερὸς μὲ ἐπιμονή, γιὰ νὰ δῆς ἐσῦ καὶ νὰ βεβαιωθῆ ἡ ψυχή μου.  Μεῖνε σταθερός, ζητώντας αὐτὸν ποὺ εἶπε, «Ζητεῖτε καὶ θὰ βρῆτε». Μὴν προσπεράσης ἁπλῶς, ἐρευνῶντας, ἄν δὲν εὔρης τὸ θησαυρὸ ποὺ ζητᾶς, χτύπα μ’ ἐπιμονὴ τὴν πόρτα τῆς ἀναντίρρητης γνώσης, ὥσπου νὰ σοῦ τὴν ἀνοίξη αὐτὸς ποὺ εἶπε «χτυπᾶτε καὶ θὰ σᾶς ἀνοίξω». Ἁγαπῶ τὸ διχασμὸ τῶν λογισμῶν σου, γιατὶ κόβει κάθε διχασμό. Ἀγαπῶ τὴ φιλομάθειά σου, γιατὶ κόβει σύρριζα κάθε φιλονεικία. Μὲ χαρὰ ἀκούω πολλὲς φορὲς τὰ λόγια σου· ἄν δὲ δῶ στὰ χέρια του τὸ σημάδι ἀπ’ τὰ καρφιά, δὲ θὰ πιστέψω. Γιατὶ σὺ ἀπιστεῖς κι ἐγὼ μαθαίνω νὰ πιστεύω. Ἐσὺ σκάβεις μὲ τὸ δικέλλι τῆς γλώσσας τὸ θεῖο σῶμα, κι ἐγὼ θερίζω ἄκοπα τὸν καρπὸ καὶ τὸν μαζεύω γιὰ μένα. Ἄν δὲν ἰδῶ μ’ αὐτὰ μου τὰ μάτια μέσα στ’ ἅγια  του χέρια, τ’ αὐλάκια ποὺ σὰν ἀλέτρι χάραξαν οἱ ἀσεβεῖς, μὲ κανένα τρόπο δὲ θὰ συμφωνήσω μὲ τὰ λόγια σας. Ἄν δὲ βάλω αὐτὸ μου τὸ δάκτυλο στὶς λακοῦβες τῶν καρφιῶν, δὲ θὰ δεχτῶ τὸ καλὸ μήνυμά σας. Ἄν δὲν κρατήσω μ’ αὐτὸ μου τὸ χέρι τὴν πλευρὰ ἐκείνη, ποὺ ἀνύποπτη μαρτυρεῖ τὴν ἀνάσταση, δὲν μπορῶ νὰ πιστέψω τὴ γνώμη σας.  Γιατὶ κάθε λόγος εἶναι ἰσχυρὸς καὶ βέβαιος, ἄν δεχτῆ τὴ συνηγορία ὅλων τῶν πραγμάτων· καὶ κάθε λόγος ποὺ δὲν ἔχει  τὴ μαρτυρία τῶν ἔργων εἶναι χωρὶς σημασία καὶ ἀπὸ τὸ στόμα στὸν ἀέρα χάνεται. Θὰ κηρύξω στοὺς ἀνθρώπους τὰ θαύματα τοῦ Δασκάλου. Πῶς λοιπὸν μὲ τὰ λόγια νὰ πῶ αὐτὰ ποὺ δὲν ἀντιλήφθηκα μὲ τὰ μάτια μου·  Πῶς θὰ κάνω τοὺς ἄπιστους νὰ πιστέψουν, αὐτὰ ποὺ μήτε ἐγὼ δὲν τἄχω παρακολουθήσει; Νὰ πῶ στοὺς Ἰουδαίους καὶ στοὺς Ἕλληνες ὅτι ἔχω δεῖ τὸν Κύριό μου νὰ τὸν σταυρώνουν· δὲν τὸν εἶδα ὅμως νὰ ἔχη ἀναστηθῆ ἀλλὰ μόνο ἄκουσα. Καὶ ποιὸς δὲν θὰ περιπαίξη τὰ λόγια μου; Ποιὸς δὲ θὰ δείξ περιφρόνηση στὸ κήρυγμά μου; Ἄλλο πρᾶγμα εἶναι ν’ ἀκούσης κάτι κι ἄλλο νὰ τὸ δῆς, ἄλλο πρᾶγμα εἶναι ἡ ἀφήγηση λόγων κι ἄλλο ἡ θέα καὶ ἡ ἐμπειρία τῶν πραγμάτων. Ἔτσι ἐπειδὴ ὁ Θωμᾶς εἶχε ἀμφίβολη γνώση, σὲ ὀχτὼ μέρες ξαναῆρθε πάλι στοὺς μαθητὰς του ποὺ ἦταν συγκεντρωμένοι ὅλοι μαζί. Ἄφησε πρῶτα νὰ κατηχηθῆ ὁ Θωμᾶς ἀπὸ τοὺς συμμαθητάς του στὶς ἐνδιάμεσες μέρες. Παραχώρησε νὰ φλογιστῆ ἀπὸ τὴ δίψα νὰ τὸν ἀντικρίση·  κι ὅταν ἡ ψυχὴ του ἄναψε ἀπὸ τὸν σφοδρὸ πόθο τῆς θέας του, τότε στὴν ὥρα πάνω ὁ ποθητὸς βρῆκε αὐτὸν, ποὺ ποθοῦσε. Ὅμοια, ὅπως καὶ πρῶτα, μὲ κλεισμένες τὶς πόρτες τὸ ἔκανε αὐτὸ καὶ ξανὰ, ὅπως καὶ πρῶτα, τοὺς εἶπε· «εἰρήνη σ’ ἐσᾶς», γιὰ νὰ ταυτιστῆ τὸ πρᾶγμα μὲ τὸ θαῦμα καὶ γιὰ νὰ βεβαιώση τὸ λόγο τῶν ἀποστόλων καὶ γιὰ νὰ παραστήση τὴν ἀκρίβεια τοῦ δεύτερου ἐρχομοῦ του. Ἔπειτα εἶπε στὸν Θωμᾶ:  Βάλε τὸ δάχτυλο οσυ ἐδῶ καὶ ἰδὲς τὰ χέρια μου. Τί ὕψος ἀπέραντης φιλανθρωπίας!  Τϊ πέλαγος ἀμέτρητης συγκαταβάσεως!  Δὲν περίμενε τὴν προσέλευση τοῦ μαθητοῦ, δὲν περίμενε νὰ πλησιάση αὐτὸς ποὺ εἶχε ἀνάγκη, νὰ παρακαλέση καὶ νὰ ἐπιτύχη ὅ,τι ἤθελε. Μήτε γιὰ λίγο δὲν τὸν στέρησε ἀπὸ τὴν ἐπιθυμία, ἀλλὰ ὁ ἴδιος ὁ ἀγαπημένος αὐτὸν ποὺ τὸν ἀγαποῦσε μὲ τὴν βία τραβοῦσε κοντά του, ὁ ἴδιος ἔσυρε στὴν πληγὴ τὸ δάχτυλο ἐκείνου ποὺ εἶχε τὸν πόθο, ὁ ἴδιος μὲ τὴ δεσποτικὴ γλῶσσα του, τράβηξε τὸ δουλικὸ χέρι λέγοντας σ’ αὐτόν·  Βάλε τὸ δάκτυλό σου ἐδῶ καὶ ἰδὲς τὰ χέρια μου. Ἄκουσα, Θωμᾶ, ἀπὼν σὰν ἄνθρωπος ἀλλὰ παρὼν σὰν Θεός, ὅ,τι εἶπες στοὺς ἀδελφούς σου. Ἤμουν κοντά σας μὲ τὴ θεϊκότητά μου καὶ χώρια σας μὲ τὴν ἀνθρωπίνη φύση μου.  Θέλεις νὰ σοῦ ὑπενθυμίσω τὰ λόγια ποὺ εἶπες προηγούμενα; Δὲν εἶπες, ἄν δὲ δῶ μὲσα στὰ χέρια του τὰ σημάδια τῶν καρφιῶν καὶ δὲ βάλω τὸ δάχτυλό μου στὰ σημάδια τῶν καρφιῶν καὶ δὲ βάλω τὸ χέρι μου στὴν πλευρά του, δὲ θὰ πιστέψω; Δὲ βγήκαν ἀπὸ τὰ χείλη σου τὰ λόγια αὐτά; Τὰ λόγια αὐτὰ δὲν ἀνταποκρίνονται στοὺς λογισμούς σου; Γι’ αὐτὸ ξαναῆλθα· γιὰ νὰ μὴν ἀμφιβάλλης.  Γι’ αὐτὸ εἶμαι κοντά σας δεύτερη φορά, γι’  αὐτὰ ποὺ ἐπιθυμεῖς ἔχω φτάσει καὶ τώρα ἦρθα γιὰ σένα, τὸν ἕνα, ἐγὼ ποὺ γιὰ τὸ χαμένο πρόβατο κατέβηκα ἀπὸ τοὺς οὐρανοὺς χωρὶς ἐν τούτοις νὰ τοὺς ἀφήσω.  Μὴ διστάσης λοιπὸν νὰ μάθης ὅ,τι ποθεῖς, μὴν ντρέπεσαι νὰ κοιταξης καλὰ ὅ,τι θέλεις. Μὴν ἀποφύγης νὰ βάλης τὸ δάχτυλό σου στὰ ἴδια τὰ χέρια μου. Ἀνέχομαι καὶ τὰ περίεργα δάχτυλα, ὅπως ἀνέχτηκα τὰ καρφιά. Ὑπομένω τὴν περιέργεια τοῦ φίλου, ὅπως ὑπόμεινα τὴν  κακία τῶν ἐχθρῶν.  Μὲ σταύρωσαν οἱ ἐχθροί μου καὶ δὲν ἀγανάκτησα καὶ δὲ θὰ ὑποφέρω τὴν δική σου ἐξέταση; Βάλε τὸ δάχτυλό σου ἐδῶ καὶ ἰδὲς τὰ χέρια μου, ποὺ τραυματίστηκαν γιὰ σὰς, γιὰ νὰ θεραπεύουν τὰ χτυπήματα τῶν δικῶς σας ψυχῶν. Ἰδὲς τὰ χέρια μου καὶ συλλογίσου ἄν εἶμαι ἐκεῖνος ποὺ θεληματικὰ σταυρώθηκε ἤ κάποιος ἄλλος. Ἰδὲς τὰ χέρια μου, ποὺ ἄφησα νὰ διατηροῦν τὰ σύμβολα τῆς Ἑβραϊκῆς μανίας κι ὅταν μὲ τὴ συνηθισμένη ἀναίδειά τους μοῦ ποῦν οἱ Ἑβραῖοι κατὰ τὴν ἡμέρα τῆς κρίσεως ὅτι Ἐμεῖς Κύριε δὲ σὲ σταυρώσαμε, τότε καὶ θὰ ντροπιάσω  θὰ δείξω σ’ αὐτοὺς ποὺ μὲ πολέμησαν, τὰ χέρια μου μ’ αὐτὴ τὴ μορφὴ καὶ θὰ ντροπιάσω τοὺς Ἑβραίους μόλις τ’ ἀντικρύσουν. Ἰδὲς τὰ χέρια μου, καὶ τὸ ἀληθινὸ γεγονὸς τῆς ἀναστάσεώς μου μὴ νομίσης πὼς εἶναι μιὰ φαντασία. Κράτησε αὐτὰ τὰ χέρια, σὰν ὁμήρους γιὰ τὸν ξανεγέννημό σας. Κράτησε αὐτὰ τὰ χέρια, σὰν ἐνέχυρα γιὰ τὴν ἀνάστασή σας μέσα ἀπὸ τὸν τάφο.  Κράτησε αὐτὰ τὰ χέρια, σὰν ἄγκυρα ποὺ ἔπεσε στὸ βυθὸ τοῦ Ἅδη. Καμμιὰ χειμωνιὰ τῆς ζωῆς μὴ φοβηθῆς, καμμιὰ ζάλη τοῦ κόσμου ἄς μὴ σὲ ζαλίση. Μὴ φοβηθῆς τὸ φύσημα τῶν ἀντιθέτων ἀνέμων, ἄς μὴ σὲ ἀνησυχήσουν οἱ καταιγίδες κι οἱ σκόπελοι τῆς θάλασσας τῶν ἐχθρῶν. Πέρνα μὲ θάρρος τὸ πέλαγος τῆς ζωῆς, ταξίδευε κρατῶντας τὴν ἄγκυρα τοῦ πνεύματος, ταξίδευε ἔχοντας μπροστὰ σου σὰν λιμάνι τὸν οὐρανό. Ταξίδευε καὶ νὰ φοβᾶσαι μόνο τῆς ἀρνήσεώς μου τὸ ναυάγιο. Περιγέλα τὸ θάνατο σὰ νεκρὸ, περίπαιζε τὴ φθορὰ σὰν ἀνίσυχρη. Ἀποδέχου γιὰ χάρη μου τὸ τέλος τῆς ζωῆς σὰν ἀρχὴ μιᾶς πιὸ ἐσωτερικῆς ζωῆς καὶ φέρε τὸ χέρι σου καὶ βάλτο στὴν πλευρά μου. Ἄντλησε μὲ τὸ χὲρι σου ἀπὸ τὴ βρύση αὐτὴ τῆς ζωῆς τὸ νᾶμα ποὺ ποθεῖς, τὴ δίψα σου ἀνακούφισε. Φέρε τὸ χέρι σου καὶ βάλτο στὴν πλευρὰ μου.  Βάλε τὸ χέρι σου στὸ ἰατρεῖο τῆς πλάσης καὶ βγάλε τὸ φάρμακο τῆς ἐπιθυμίας του. Δέχομαι ἄγγιμα χεριοῦ σου ποὺ μὲ ἀγαπᾶ· ἐγὼ ποὺ δέχτηκα τὴν πληγὴ τῆς λόγχης. Φέρε τὸ χέρι σου καὶ βάλτο στὴν πλευρὰ μου, γιὰ νὰ μπορῆς ν’ ἀγωνίζεσαι γι’ αὐτὴν, γιὰ νὰ μπορῆς ν’ ἀποκριθῆς σ’ αὐτοὺς ποὺ πολεμοῦν τὴν ἀλήθεια, ὅτι μὲ εἶδες μετὰ τὴν Ἀνάσταση καὶ μ’ ἀναγνώρισες καὶ μὲ ψηλάφησες προσεκτικά. Φέρε τὸ χέρι οσυ καὶ βάλτο στὴν πλευρά μου. Γιὰ σένα τὴν ἄφησα ἔτσι ἐγὼ ποὺ θεραπεύσα τὰ σώματα καὶ τὶς ψυχὲς τῶν ἄλλων.  Πρόβλεψα σὰν Θεὸς ὅτι θὰ θελήσης νὰ τὴ δῆς ἔτσι καὶ βλέποντας τ’ ἀχνάρια τοῦ πάθους στὴν σάρκα μου θέλησα νὰ θεραπεύσης τὸ πάθος τῆς ψυχῆς σου. Φέρε τὸ χέρι σου, καὶ βάλτο στὴν πλευρὰ μου ποὺ τὴ φύλαξα ἔτσι μὲ κάποιο σκοπό. Ὅταν γυρίσω πάλι ἀπὸ τοὺς οὐρανοὺς καὶ καθίσω σὲ θρόνο κριτὴς ζωντανῶν καὶ νεκρῶν νὰ ἰδοῦν οἱ Ἑβραῖοι κατάματα τὰ ἔργα τῆς κακίας τους καὶ μόνοι τους ν’ αὐτοδικαστοῦν – να μὴ φανῆς ἄπιστος ἀλλὰ πιστός. Κακὸ ἡ ἀπιστία, κάνει τὸ νοῦ νὰ βουλιάξη. Ἡ πίστη τὸν ἀναρπάζει στὸν οὐρανό.. Ἡ ἀπιστία τυφλώνει τὴν ψυχή·  ἡ πίστη σκορπᾶ τὸ φῶς της στοὺς λογισμούς·  ἡ πίστη καὶ τὰ ἀόρατα κατακάθαρα τὰ βλέπει, ὁ ἄπιστος εἶναι σ’ ἄγνοια ὁλοκληρωτική.  Μὴ γίνης ἄπιστος ἀλλὰ πιστός. Παραμέρισε τὸ νέφος τῆς ἀπιστίας καὶ κοίταξε τὶς καθαρὲς ἀκτῖνες τῆς πίστης. Γίνου μέσα σὲ ὅλους ἄξιος ἀπόστολος τῆς θεότητός μου.  Γίνου τέτοιος ὅπως πρέπει νὰ εἶναι αὐτὸς ποὺ μὲ συνάντησε καὶ εἶδε τέτοια ὅπως ἐσύ. Ὅμοια μὲ τοὺς ἄλλους ἀποστόλους σὲ κάλεσα, ὅμοια μ’ αὐτοὺς σὲ τίμησα, ὅμοια μ’ αὐτοὺς ὁπλίσου. Ὅμοια μ’ αὐτοὺς εἶδες ὅ,τι εἶδαν, ὅμοια μ’ αὐτοὺς σοῦ ἐμπιστεύθηκα σὰ φίλο, ὅλο μου τὸ μυστήριο, ὅμοια μ’ αὐτοὺς κήρυξε τὴ δύναμή μου.  Μὴν πῆς πάλι, ἀφοῦ μὲ εἶδες μιὰ φορά Ἄν δὲ δῶ πάλι στὰ χέρια του τὰ σημάδια τῶν καρφιῶν δὲν θὰ πιστέψω. Ὅσο εἶμαι μαζί σας ἄφησε ἐλεύθερη, ὅπως θέλεις, τὴν περιέργειά σου. Ὅσο ἔχεις δίπλα σου τὸ οὐράνιο  κλῆμα ὅλα τὰ κλαδιὰ καὶ τὰ σταφύλια της ἐρεύνησε.  Θ’ ἀνεβῶ στοὺς οὐρανούς, ἀπ’ ὅπου ἦρθα στὴ γῆ, θ’ ἀνεβῶ, ὅπου εἶμαι. Θ’ ἀνεβῶ μὲ τὴν ἀνθρώπινη φύση μου ἐκεῖ ἀπ’ ὅπου γιὰ χάρη σας κατέβηκα μὲ τὴ θεία μου φύση. Θ’ ἀνεβῶ μ’ αὐτό μου τὸ σῶμα, ἄν καὶ χωρὶς αὐτὸ ἦρθα ἀπὸ κεῖ κι ἔμεινα ἐκεῖ πέρα.  Θ’ ἀνεβῶ στοὺς κόλπους τοὺς πατρικοὺς μὲ τὴ δικὴ σας φύση, ἄν καὶ εἶμαι στοὺς κόλπους τοῦς πατέρα. Τελείωσα τὸ ἔργο ποὺ γιὰ χάρη του ἔκανα αὐτὴ τὴν πορεία. Ἀφοῦ ἄγγιξε λοιπὸν ὁ Θωμᾶς τὰ χέρια τοῦ Κυρίου καὶ τὴ θεία πλευρά γέμισε ἀπὸ δειλία κι ἀπὸ χαρὰ μαζὶ βλέποντας αὐτὰ ποὺ ἐπιθύμησε καὶ ἀμέσως ξεσπᾶ σὲ ὕμνο τοῦ Κυρίου κραυγάζοντας·  Κύριέ μου καὶ Θεέ μου». Σὺ εἶσαι ὁ Κύριος καὶ ὁ Θεός.  Σὺ εἶσαι ὁ ἄνθρωπος καὶ φιλάνθρωπος. Σὺ εἶσαι ξενόφερτος καὶ παράξενος γιατρὸς τῆς πλάσης.  Δὲν κόβεις μὲ τὸ νυστέρι τ’ ἄρρωστα μέλη, δὲν καῖς μὲ τὴ φωτιὰ τὶς πληγές, δὲν μαζεύεις ἀπ’ τὰ βότανα τὴν δύναμη τῶν φαρμάκων σου, δὲ δένεις μὲ ὁρατοὺς ἐπιδέσμους τὶς πληγὲς ποὺ μᾶς ἀφανίζουν. Διαθέτεις ἀόρατους ἐπιδέσμους ἀγάπης, ποὺ ἀόρατα τονώνουν τὰ καταπονημένα μέλη. Ἔχεις λόγο ποὺ εἶναι κοφτερὸς ἀπὸ τὸ μαχαίρι·  ἔχεις λόγο πιὸ δυνατὸ ἀπ’ τὴ φωτιά· ἔχεις βλέμμα ἀπ’ τὸ φάρμακο πιὸ ἁπαλό.  Σὰν δημιουργὸς ἁγιάζεις χωρὶς κόπο τὸ δημιουργημά σου, σὰν πλάστης χωρὶς νὰ κουραστῆς μεταπλάθεις τὰ πλάσματά σου.  Σὺ κατὰ τὸ θέλημά σου τοὺς λεπροὺς καθάρισες, τοὺς κουτσοὺς τοὺς ἔκανες νὰ τρέχουν, τοὺς παράλυτους νὰ σηκώνουν τὰ κρεββάτια τους, τοὺς γεννημένους τυφλοὺς τοὺς προστάζεις νὰ πετάξουν μὲ νίψιμο τὸ σκοτάδι. Ἐξώρισες τοὺς δαίμονες ἀπ’ τὰ δημιουργήματά σου, μὲ θέλημά σου πιάστηκες ἀπ’ τοὺς ἐχθροὺς καὶ ἀπ’ τοὺς Ἑβραίους, τὰ πάντα δέχτηκες γιὰ μένα στὸ σῶμα σου. Ὦ Κύριε καὶ Θεέ μου. Ἀναγνώρισα τὸν Κύριό μου, ἀναγνώρισα τὸν ἁλιέα καὶ φύλακά μου, ἀναγνώρισα τὸ βασιλιὰ καὶ Κύριό μου. Ὦ Κύριε καὶ Θεέ μου.  Πιστεύω Κύριε στὴν οἰκονομία σου, πιστεύω στὴν συγκατάβασή σου, πιστεύω στὴν ἀνάληψη ἀπὸ μέρος σου τῆς φροντίδας μου, πιστεύω στὸν προσκυνητό σου σταυρό, πιστεύω στὰ παθήματα τῆς σάρκας σου, πιστεύω στὸν τρίημερο θάνατό σου, πιστεύω στὴν ἀνάστασή του. Λοιπὸν δὲν ἔχω πιὰ περιέργεια. Πιστεύω, δὲν κάνω πιὰ ἔλεγχο·  πιστεύω, δὲν στήνω πιὰ τὴ ζυγαριὰ τοῦ νοῦ. Πιστεύω δὲν ἔχω πιὰ τὴν περιέργιεια.  Πιστεύω στὰ μάτια μου καὶ στὰ χέρια μου. Μὲ δίδαξαν αὐτὰ ποὺ εἶδα νὰ μὴν κάνω ἔλεγχο.  Ψηλάφησα κι ἔμαθα νὰ προσκυνῶ ὄχι νὰ φιλονικῶ. Ἕνα Κύριο καὶ Θεὸ γνωρίζω, τὸν Κύριο μου Χριστό. Ἄς εἶναι δοξασμένος καὶ δυνατὸς στοὺς αἰῶνες. Ἀμήν.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.19-26

Άναβάσεις - http://anavaseis.blogspot.com


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου