Σάββατο 2 Φεβρουαρίου 2013

Κυριακή ΙΕ΄ Ματθαίου. Ἁγίου Ἰωάννου Χρυσοστόμου



Κυριακή ΙΕ΄ Ματθαίου (Ματθ. κβ΄35-46)
 Ὑπόμνημα εἰς τὸν Ἅγιον Εὐαγγελιστὴν Ματθαῖον, ὁμιλία ΟΑ΄



α΄. Πάλιν τὴν αἰτίαν τίθησιν ὁ εὐαγγελιστής, δι’ ἥν  ἔδει σιγῆσαι, καὶ τὴν θρασύτητα τὴν ἐκείνων κἀντεῦθεν ἐνδείκνυται. Πῶς καὶ τίνι τρόπω;  Ὅτι ἐπιστομισθέντων ἐκείνων οὗτοι πάλιν ἐπιτίθενται. Δέον γὰρ κἀντεῦθεν ἡσυχάζειν, οἱ δὲ ἐπαγωνίζονται τοῖς προτέροις, καὶ προβάλλονται τὸν νομικόν, οὐ μαθεῖν βουλόμενοι, ἀλλὰ ἀπόπειραν ποιούμενοι· καὶ ἐρωτῶσι, Ποία ἐντολὴ πρώτη; Ἐπειδὴ γὰρ ἡ πρώτη αὕτη ἦν, τὸ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· προσδοκῶντες τινα λαβὴν παρέξειν αὐτοῖς, ὡς ἐπιδιορθωσόμενον αὐτήν, διὰ τὸ καὶ αὐτὸν δεικνύναι ἑαυτὸν Θεὸν, προβάλλονται τὴν ἐρώτησιν. Τί οὖν ὁ Χριστός; Δεικνὺς ὅθεν ἦλθον ἐπὶ ταῦτα, ἀπὸ τοῦ μηδεμίαν ἔχειν ἀγάπην, ἀπὸ τοῦ φθόνῳ τήκεσθαι, ἀπὸ τοῦ ζυλοτυπίᾳ ἁλίσκεσθαι φησίν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· αὕτη πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία ταύτῃ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Διατὶ δέ, Ὅμοια ταύτης; Ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ παρ’ αὐτῆς συγκροτεῖται πάλιν. Πᾶς γαρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· καὶ πάλιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Καὶ τὶ ἀπὸ τούτου; Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Καὶ πάλιν· ‘Ρίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως· καί, Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει. Αἱ δὲ ἐντολαὶ αὐτοῦ, καὶ τὸ κεφάλαιον αὐτῶν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου, ὡς ἑαυτόν. Εἰ τοίνυν τὸ ἀγαπᾷν τὸν Θεὸν ἀγαπᾷν τὸν πλησίον ἐστίν· Εἰ γὰρ φιλεῖς με, φησίν, ὧ Πέτρε, ποίμανε τὰ πρόβατά μου· τὸ δὲ ἀγαπᾷν τὸν πλησίον τῶν ἐντολῶν ἐργάζεται φυλακήν, εἰκότως φησίν· Ἐν ταύταις ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Διὰ δὴ τοῦτο ὅπερ ἔμπροσθεν ἐποίησε, τοῦτο καὶ ἐνταῦθα ποιεί. Καὶ γὰρ ἐκεῖ ἐρωτηθεὶς περὶ τρόπου ἀναστάσεως, καὶ ἀνάστασιν ἐδίδαξε, πλέον οὗ ἐπύθοντο παιδεύων αὐτούς· καὶ ἐνταῦθα τὴν πρώτην ἐρωτηθείς, καὶ τὴν δευτέραν λέγει, οὐ σφόδρα ἐκείνης ἀποδέουσαν (δευτέρα μὲν γάρ, ὁμοία δὲ ἐκείνης)· αἰνιττόμενος αὐτοῖς , ὅθεν ἡ ἐρώτησις γέγονεν, ὅτι ἐξ ἀπεχθείας. Ἡ γὰρ ἀγάπη οὐ ζηλοῖ. Ἀπὸ τούτου δείκνυσιν ἑαυτὸν καὶ τῷ νόμῳ καὶ τοῖς προφήταις πειθόμενον. Ἀλλὰ τίνος ἕνεκεν ὁ μὲν Ματθαῖός φησιν, ὅτι πειράζων ἠρώτησεν, ὁ δὲ Μάρκος τοὐναντίον; Εἰδώς γάρ, φησίν, ὁ Ἰησοῦς, ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Οὐκ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ καὶ σφόδρα συνάδοντες. Ἠρώτησε μὲν γὰρ πειράζων παρὰ τὴν ἀρχήν· ἀπὸ δὲ τῆς ἀποκρίσεως ὠφεληθεὶς ἐπῃνέθη. Οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπήνεσεν· ἀλλ’ ὅτε εἶπεν, ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον πλέον ἐστὶ τῶν ὁλοκαυτωμάτων, τότε φησίν·  Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας· ὅτι τῶν ταπεινῶν ὑπερεῖδε, καὶ τὴν ἀρχὴν τῆς ἀρετῆς κατέλαβε. Καὶ γὰρ πάντα ἐκεῖνα διὰ τοῦτο, καὶ τὸ Σάββατον καὶ τὰ λοιπά. Καὶ οὐδὲ οὕτως αὐτῷ ἀπηρτισμένων τὸν ἔπαινον συνέθηκεν, ἀλλ’ ἔτι λείποντα. Τὸ γὰρ εἶπεῖν, Οὐ μακρὰν εἶ, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. Εἰ δὲ εἰπόντα αὐτόν, ὅτι Εἷς ἐστιν ὁ Θεὸς, καὶ πλὴν αὐτοῦ οὐ ἔστιν ἄλλος, ἐπήνεσε, μὴ θαυμάσῃς· ἀλλὰ καὶ ἐντεῦθεν κατάμαθε, πῶς πρὸς τὴν ὑπόληψιν ἀποκρίνεται τῶν προσιόντων, Κἄν γὰρ μυρία περὶ τοῦ Χριστοῦ λέγωσιν ἀνάξια τῆς δόξης αὐτοῦ, ἀλλὰ τοῦτό γε οὐ τολμήσουσιν εἰπεῖν, ὅτι καθόλου οὐκ ἔστι Θεός. Τίνος οὖν ἕνεκεν ἐπαινεῖ τὸν εἰρηκότα, ὅτι πλὴν τοῦ Πατρὸς  οὐκ ἔστιν ἄλλος Θεός;  Οὐχ  ἑαυτὸν ἐξάγων τοῦ Θεός εἶναι· ἄπαγε· ἀλλὰ ἐπειδὴ οὐδέπω καιρὸς ἦν ἐκκαλύψαι αὐτοῦ τὴν θεότητα, ἐκεῖνο ἀφίησιν ἐπὶ τοῦ προτέρου δόγματος μένειν, καὶ ἐπαινεῖ τὰ παλαιὰ εἰδότα καλῶς, ὥστε ἐπιτήδειον αὐτὸν καὶ πρὸς τὴν τῆς Καινῆς ποιῆσαι διδασκαλίαν, κατὰ καιρὸν αὐτὴν εἰσάγων. Ἄλλως δὲ καὶ τὸ, Εἶς Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστι· καὶ ἐν τῇ Παλαιᾷ καὶ πανταχοῦ, οὐ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρητ αι τῶν εἰδώλων. Ὥστε τοῦτον ἐπαινῶν οὕτως εἰρηκότα, ταύτῃ ἐπαινεῖ τῇ γνώμῃ. Εἶτα ἐπειδὴ ἀπεκρίθη, καὶ ἀντερωτᾷ· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱὸς ἔστι; Λέγουσιν αὐτῷ, Τοῦ Δαυΐδ. Ὅρα μετὰ πόσα θαύματα, μετὰ πόσα σημεῖα, μετὰ πόσας ἐρωτήσεις, μετὰ πόσην ἐπίδειξιν ὁμονοίας, τῆς πρὸς τὸν Πατέρα, τὴν διὰ λόγων, τὴν δι’ ἔργων, μετὰ τὸ ἐπαινέσαι τοῦτον τὸν εἰρηκότα, ὅτι Εἷς ἐστιν ὁ Θεός, ἐρωτᾷ· ἵνα μὴ ἔχωσι λέγειν, ὅτι θαύματα μὲν ἐποίησε, τῷ νόμῳ δὲ ἐναντίος καὶ τῷ Θεῷ πολέμιος ἦν. Διὰ τοῦτο μετὰ τοσαῦτα ταῦτα ἐρωτᾷ λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὸ καὶ αὐτὸν ὁμολογῆσαι Θεόν. Καὶ τοὺς  μὲν μαθητὰς πρῶτον ἠρώτησε, τὶ οἱ ἄλλοι λέγουσι, καὶ τότε αὐτούς· τούτους δὲ οὐχ οὕτως· ἧ γὰρ ἄν καὶ πλάνον εἶπον καὶ πονηρόν, ἅτε ἀδεῶς ἅπαντα φθεγγόμενοι. Διὰ δὴ τοῦτο τὴν αὐτῶν ἐκείνων ψῆφον ἐξετάζει.
β΄. Ἐπειδὴ γὰρ πρὸς τὸ πάθος ἔμελλεν ἰέναι λοιπόν, τίθησι τὴν σαφῶς Κύριον αὐτὸν ἀνακηρύττουσαν προφητείαν, ἀλλ’ οὐχ ἁπλῶς, οὐδὲ προηγουμένως ἐπὶ τοῦτο ἐλθών, ἀλλ’ ἀπὸ αἰτίας εὐλόγου. Ἐρωτήσας γὰρ αὐτοὺς πρότερον, ἐπειδὴ οὐκ ἀπεκρίνατο τἀληθῆ περὶ αὐτοῦ (ἄνθρωπον γὰρ αὐτὸν ἔφησαν εἶναι ψιλόν), ἀνατρέπων τὴν πεπλανημένην αὐτῶν δόξαν, οὕτως εἰσάγει τὸν Δαυΐδ, ἀνακηρύττοντα αὐτοῦ τὴ θεότητα. Ἐκεῖνοι μὲν γὰρ ἐνόμιζον, ὅτι ψιλὸς ἄνθρωπος ἦν, διὸ καὶ ἔλεγον, Τοῦ Δαυΐδ, αὐτὸς δὲ τοῦτο διορθούμενος παράγει τὸν προφήτην, καὶ τὴν κυριότητα αὐτοῦ, καὶ τὸ γνήσιον τῆς υἱότητος καὶ τὸ ὁμότιμον τὸ πρὸς τὸν Πατέρα μαρτυροῦντα. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται·  ἀλλ’ ὥστε καὶ φοβῆσαι καὶ τὸ ἑξῆς ἐπάγει λέγων·  Ἕως ἄν θῶ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν ποδῶν σου· ἵνα κἄν οὕτως αὐτοὺς ἐπαγάγηται. Καὶ ἵνα μὴ λέγωσιν, ὅτι κολακεύων αὐτὸν οὕτως ἐκάλεσε καὶ ἀνθρωπίνη ἡ ψῆφος αὕτη, ὅρα τίς φησι· πῶς οὖν Δαυΐδ ἐν Πνεύματι  Κύριον αὐτὸν καλεῖ; Ὅρα πῶς ὑφειμένως εἰσάγει τὴν περὶ αὐτοῦ ψῆφον καὶ δόξαν. Πρότερον εἶπε, Τί ὑμῖν δοκεῖ; Τίνος υἱὸς ἐστιν; ὥστε δι’ ἐρωτήσεως εἰς ἀπόκρισιν αὐτοὺς ἀγαγεῖν. Εἶτα  ἐπειδὴ εἶπον, Τοῦ Δαυΐδ, οὐκ εἶπε· Καὶ μὴν ὁ Δαυΐδ  τάδε φησίν, ἀλλὰ πάλιν ἐν τάξει ἐρωτήσεως· Πῶς οὖν Δαυΐδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ; ὥστε μὴ προστῆναι αὐτοῖς τὰ λεγόμενα. Διὸ οὐδὲ εἶπε, Τὶ ὑμῖν δοκεῖ περὶ ἐμοῦ, ἀλλὰ, Περὶ  τοῦ  Χριστοῦ.  Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑφειμένως διελέγοντο, λέγοντες·  Ἐξὸν εἰπεῖν μετὰ παρρησίας περὶ τοῦ πατριάρχου Δαυΐδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Καὶ αὐτὸς ὁμοίως διὰ τοῦτο ὡς ἐν ἐρωτήσεως τάξει καὶ συλλογισμοῦ τὸ δόγμα εἰσάγει, λέγων·  Πῶς οὖν Δαυΐδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων·  Εἶπεν ὁ Κύριος  τῷ  Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τοὺς ἐχθροὺς σο ὑποπόδιον τῶν ποδῶν σου; καὶ πάλιν·  Εἰ οὖν Δαυΐδ καλεῖ  αὐτὸν Κύριον, πῶς  υἱὸς αὐτοῦ ἐστιν; οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοῦ υἱὸς, ἅπαγε· οὐ γὰρ ἄν Πέτρῳ ἐπετίμησε διὰ τοῦτο·ἀλλὰ τὴν ἐκείνων ὑπόνοιαν διορθούμενος. Ὥστε ὅταν λέγῃ. Πῶς υἱὸς αὐτοῦ ἐστι; τοῦτο λέγει· Οὐχ οὕτως ὡς ὑμεῖς φάτε. Ἐκεῖνοι γὰρ ἔλεγον, ὅτι μόνον υἱὸς αὐτοῦ ἐστι, καὶ  οὐχὶ καὶ Κύριος. Καὶ τοῦτο μετὰ τὴν μαρτυρίαν, καὶ τότε ὑφειμένως· Εἰ οὖν Δαυΐδ Κύριον  αὐτὸν  καλεῖ, πῶς υἱὸς αὐτοῦ ἐστίν; Ἀλλ’ ὅμως καὶ ταῦτα ἀκούσαντες, οὐδὲν ἀπεκρίνατο· οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν, Διὸ αὐτὸς ἐπάγει λέγων, ὅτι  Κύριος  αὐτοῦ ἐστι. Μᾶλλον δὲ οὐδὲ τοῦτο αὐτὸ  ἀπολελυμένως, ἀλλὰ τὸν προφήτην μέθ’ ἑαυτοῦ παραλαβών, διὰ τὸ σφόδρα ἀπιστεῖσθαι ὑπ’ αὐτῶν, καὶ διαβεβλήσθαι παρ’ αὐτοῖς. Ὅ δὴ μάλιστα χρὴ σκοποῦντας, κἄν ταπεινὸν καὶ ὑφειμένον τι λέγηται παρ’ αὐτοῦ, μὴ σκανδαλίζεσθαι· ἡ γὰρ αἰτία αὕτη, μετὰ καὶ ἑτέρων πλειόνων, τὸ συγκαταβαίνοντα ἐκείνοις διαλέγεσθαι. Διὸ καὶ νῦν ἐν τάξει μὲν πεύσεως καὶ ἀποκρίσεως δογματίζει· αἰνίττεται δὲ καὶ οὕτω τὴν ἀξίαν αὐτοῦ. Οὐ γὰρ ἦν ἴσον ἀκοῦσαι Ἰουδαίων Κύριον, καὶ τοῦ Δαυΐδ. Σὺ δὲ μοι σκόπει  καὶ  τὸ  εὔκαιρον. Ὅτε γὰρ εἶπεν, Εἷς ἐστι Κύριος, τότε καὶ περὶ αὐτοῦ εἶπεν, ὅτι Κύριος ἐστι, καὶ ἀπὸ προφητείας, οὐκέτι ἀπὸ ἔργων μόνον. Καὶ δείκνυσιν αὐτὸν  ὑπὲρ  αὐτοῦ ἀμυνόμενον αὐτοὺς τὸν Πατέρα· Ἕως ἄν θῶ γὰρ, φησί, τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· καὶ πολλὴν κἀντεῦθεν ὁμόνοιαν τοῦ γεγεννηκότος πρὸς αὐτὸν καὶ τιμή. Καὶ τοῦτο τὸ τέλος ἐπιστίθησι τῶν πρὸς αὐτοὺς διαλέξεων, ὑψηλὸν καὶ μέγα καὶ ἱκανὸν αὐτῶν ἀπορράψαι τὰ στόματα. Καὶ  γὰρ ἐσίγησαν ἐξ  ἐκείνου, οὐχ  ἑκόντες, ἀλλὰ τῷ μηδὲν ἔχειν εἰπεῖν· καὶ οὕτω καιρίαν ἐδέξαντο πληγήν, ὡς μηκέτι τολμῆσαι τοῖς αὐτοῖς ἐπιχειρῆσαι λοιπόν. Οὐδεὶς γάρ, φησίν, ἐτόλμησεν ἀπὸ τῆς ἡμέρας ἐκείνης  ἐπερωτῆσαι αὐτόν. Οὐ μικρὸν δὲ τοῦτο τοὺς ὄχλους ὠφέλει. Διὸ καὶ πρὸς αὐτοὺς λοιπὸν τρέπει τὸν λόγον, ἀποστήσας τοὺς λύκους, καὶ ἀποκρουσάμενος αὐτῶν τὰς ἐπιβουλάς.
Ἐκεῖνοι γὰρ οὐδὲν ἐκέρδανον, ὑπὸ κενοδοξίας ἁλόντες, καὶ εἰς τὸ δεινὸν τοῦτο πάθος ἐμπεσόντες. Δεινὸν γὰρ τὸ πάθος καὶ πολυκέφαλον· οἱ μὲν γὰρ ἀρχῆς διὰ ταύτην, οἱ δὲν  χρημάτων, οἱ δὲ ἰσχύος ἐρῶσιν. Ὁδῷ δὲ βαδίζουσα καὶ ἐπὶ ἐλεημοσύνην ἔρχεται καὶ νηστείαν, καὶ εὐχάς, καὶ διδασκαλίαν· καὶ πολλαὶ αἱ τοῦ θηρίου τούτου κεφαλαί. Ἀλλὰ τὸ μὲν ἐπὶ τοῖς ἄλλοις ἐκείνοις κενοδοξεῖν, θαυμαστὸν οὐδέν·  τὸ δὲ ἐπὶ νηστείᾳ καὶ εὐχῇ, τοῦτό ἐστί τὸ ξένον, καὶ δακρύων μεστόν. Ἀλλ’ ἵνα μὴ πάλιν ἐγκαλῶμεν μόνον, φέρε καὶ τὸν τρόπον, δι’ οὗ ταύτην φευξόμεθα, εἴπωμεν. Πρὸς τίνας οὖν ἀποδυσόμεθα πρώτους; Πρὸς τοὺς ἐπὶ χρήμασιν ἤ τοὺς ἐπὶ ἱματίοις, ἤ τοὺς ἐπ’ ἀρχαῖς, ἤ τοὺς ἐπὶ διδασκαλίαις, ἤ τοὺς ἐπὶ κάλλει, ἤ τοὺς ἐπὶ τέχναις, ἤ τοὺς ἐπὶ σώματι, ἤ τοὺς ἐπὶ κάλλει, ἤ τοὺς ἐπὶ καλλωπισμοῖς, ἤ τοὺς ἐπὶ ὠμότητι, ἤ τοὺς ἐπὶ φιλανθρωπίᾳ καὶ ἐλεημοσύνῃ, ἤ τοὺς ἐπὶ πονηρίᾳ, ἤ τοὺς ἐπὶ τελευτῇ, ἤ τοὺς μετὰ τελευτὴν κενοδοξοῦντας; Καὶ γὰρ, ὅπερ ἔφην, πολλὰς ἔχει τὰς πλεκτάνας τοῦτο τὸ πάθος, καὶ περαιτέρω τῆς ζωῆς ἡμῶν πρόεισι. Καὶ γὰρ ὁ δεῖνα, φησίν, ἀπέθανε·  καὶ ἵνα θαυμάσθῇ, τὰ καὶ τὰ ἐπέσκηψε γενέσθαι· καὶ διὰ τοῦτο ὁ δεῖνα πένης, καὶ ὁ δεῖνα πλούσιος. Τὸ γὰρ χαλεπὸν τοῦτο, ὅτι καὶ ἀπὸ τῶν ἐναντίων συνέστησε.
γ΄. Πρὸς τινας οὖν στησόμεθα καὶ παραταξόμεθα πρώτους; οὐ γὰρ ἀρκεῖ πρὸς πάντας εἶς καὶ ὁ αὐτὸς λόγος. Βούλεσθε οὖν πρὸς τοὺς ἐπὶ ἐλεημοσύνῃ κενοδοξοῦντες; Ἔμοιγε δοκεῖ· καὶ γὰρ σφόδρα τὸ πρᾶγμα τοῦτω φιλῶ, καὶ ἀλγῶ λυμαινόμενον ὁρῶν, καὶ καθάπερ τινὶ βασιλικῇ κόρῃ τροφὸν προαγωγὸν ἐπιβουλεύουσαν τὴν κενοδοξίαν. Τρέφει μὲν γὰρ αὐτὴν, ἐπ’ αἰσχύνῃ δὲ καὶ ζημίᾳ, μαστροπεύουσα, καὶ τοῦ μὲν πατρὸς κελεύουσα καταφρονεῖν, καλλωπίζεσθαι δὲ πρὸς μιαρῶν καὶ καταπτύστων πολλάκις ἀνδρῶν ἀρέσκειαν· καὶ τοιοῦτον αὐτῇ περιτίθησι κόσμον, οἷον οἱ ἔξω βούλονται, αἰσχρὸν καὶ ἄτιμον, οὐχ οἷον ὁ πατήρ. Φέρε δὴ οὖν πρὸς τούτους ἀποτεινώμεθα, καὶ ἔστω τις ἐλεημοσύνη γινομένη μετὰ δαψιλείας πρὸς τὴν τῶν πολλῶν ἐπίδειξιν. Οὐκοῦν πρῶτον αὐτὴν ἀξάγει τοῦ θαλάμου τοῦ πατρικοῦ. Καὶ ὁ μὲν πατήρ οὐδὲ τῇ ἀριστερᾷ φαίνεσθαι κελεύει· αὕτη δὲ αὐτὴν τοῖς δούλοις ἐπιδείκνυσι καὶ τοῖς τυχοῦσι καὶ οὐδὲ εἰδόσιν αὐτήν. Εἶδες πόρνην καὶ μαστροπὸν εἰς ἔρωτα αὐτὴν ἐμβάλλουσαν ἀτόπων ἀνθρώπων, ἵνα ὡς ἄν ἐκεῖνοι κελεύωσιν, οὕτως αὕτη ρυθμίζεται; Βούλει ἰδεῖν πῶς οὐ πόρνην μόνον, ἀλλὰ καὶ μανικὴν ποιεῖ τὴν τοιαύτην ψυχήν; Οὐκοῦν καταμάνθανε αὐτῆς τὴν γνώμην·  Ὅταν γὰρ τὸν οὐρανὸν ἀφεῖσα τρέχῃ ὀπίσω δραπετῶν καὶ οἰκοτρίβων, κατὰ τὰ ἄμφοδα καὶ τοὺς στενωποὺς διώκουσα τοὺς μισοῦντας αὐτήν, τοὺς αἰσχροὺς καὶ δυσειδεῖς, τοὺς οὐδὲ ἰδεῖν αὐτὴν βουλομένους, τοὺς ἐπειδὴ περικαίεται αὐτῶν, μισοῦντας αὐτήν, τί γένοιτ’ ἄν τούτου μανικώτερον; Οὐδένα γὰρ οὕτω μισοῦσιν οἱ πολλοί, ὡς τοὺς δεομένους τῆς παρ’ αὐτῶν   δόξης. Μυρίας γοῦν κατηγορίας κατ’ αὐτῶν πλέκουσι, καὶ ταὐτὸν γίνεται, οἷον ἄν εἶ τις παρθένον καὶ θυγατέρα βασιλέως ἀπὸ τοῦ θρόνου κατενεγκὼν τοῦ βασιλικοῦ, κελεύοι μοναμάχοις ἀνδράσι καὶ διαπτύουσιν αὐτὴν ἑαυτὴν ἐκδιδόναι. Οὗτοι μὲν οὖν, ὅσον αὐτοῦς διώκεις, τοσοῦτόν σε ἀποστρέφονται· ὁ δὲ Θεός, ἄν τὴν παρ’ αὐτοῦ δόξαν ζητῇς, τοσούτῳ μᾶλλον καὶ ἐφέλκεταί σε καὶ ἐπαινεῖ, καὶ πολλὴν ἀποδίδωσί σοι τὴν ἀμοιβήν. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν αὐτῆς τὴν ζημίαν καταμαθεῖν, ὅταν δῶς πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν, ἀναλόγισαι πόση τε λοιπὸν ἐπεισέρχεται ἡ λύπη, καὶ πῶς διηνεκὴς ἡ ἀθυμία, ἐνηχοῦντός σοι τοῦ Χριστοῦ, καὶ λέγοντος, ὅτι Πάντα ἀπώλεσάς σου τὸν μισθόν. Πανταχοῦ μὲν γὰρ κενοδοξία κακόν, μάλιστα δὲ ἀπὸ φιλανθρωπίας, ὅτι ἐσχάτη ἐστὶν ὠμότης, τὰς ἀλλοτρίας ἐκπομπεύουσα συμφοράς, καὶ μόνον οὐχὶ ὀνειδίζουσα τοὺς ἐν πτωχείᾳ. Εἰ γὰρ τὸ τὰς ἰδίας λέγειν εὐεργεσίας ὀνειδίζειν ἐστί, τὸ καὶ εἰς ἑτέρους πολλοὺς ταύτας ἐξάγειν, τί οἴει εἶναι; Πῶς οὖν διαφευξόμεθα τὸ δεινόν; Ἄν μάθωμεν ἐλεεῖν, ἄν ἴδωμεν τίνων τὴ δόξαν ἐπιζητοῦμεν. Εἰπὲ γὰρ μοι, τίς ὁ τῆς ἐλεημοσύνης τεχνίτης ἐστίν; Ὁ τὸ πρᾶγμα καταδείξας Θεὸς δηλονότι, ὁ μάλιστα πάντων αὐτὸ εἰδώς, καὶ πρὸς ἄπειρον αὐτὸ μεταχειρίζων. Τί οὖν; ἄν παλαιστὴς μανθάνῃς, πρὸς τίνας ὁρᾷς, ἤ τίσιν ἐπιδείκνυσαι ἐν τῇ παλαίστρᾳ, τῷ λάχανα πωλοῦντι καὶ τοὺς ἰχθύας, ἤ τῷ παιδοτρίβῃ; Καὶ μὴν οἱ μὲν εἰσὶ πολλοί, ὁ δὲ εἷς. Τί οὖν, ἄν ἐκείνου θαυμάζοντος ἄλλοι καταγελῶσιν, οὐχὶ καὶ σὺ καταγελάσῃς μετ’ ἐκείνου αὐτούς; Τί δέ, ἄν πυκτεύειν μανθάνῃς; οὐχ ὁμοίως πρὸς ἐκεῖνον ὄψει τὸν τοῦτο παιδεύειν εἰδότα; Ἄν δὲ τοὺς λόγους μετίῃς, οὐχὶ τοῦ ρήτορος τοὺς ἐπαίνους καταδέξῃ, καὶ τῶν ἄλλων καταφρονήσεις; Πῶς οὖν οὐκ ἄτοπον, ἐν μὲν ταῖς ἄλλαις τέχναις πρὸς τὸν διδάσκαλον ὁρᾷν μόνον, ἐνταῦθα δὲ τοὐναντίον ποιεῖν; καίτοιγε οὐκ ἴση ἡ ζημία. Ἐκεῖ μὲν γάρ, ἄν πρὸς τὸ δοκοῦν τοῖς πολλοῖς παλαίῃς, καὶ μὴ πρὸς τὸ τῷ διδασκάλῳ, ἐν τῇ πάλῃ ἡ ζημία ἐνταῦθα δὲ ἐν αἰωνίῳ ζωῇ. Γέγονας ὅμοιος Θεῷ κατὰ τὸ ἐλεεῖν; γενοῦ οὖν αὐτῷ ὅμοιος, καὶ κατὰ τὸ μὴ ἐπιδείκνυσθαι. Καὶ γὰρ ἔλεγε θεραπεύων, ἵνα μηδενὶ εἴπωσιν. Ἀλλὰ βούλει ἐλεήμων κληθῆναι παρὰ τοῖς ἀνθρώποις; καὶ τὶ τὸ κέρδος; Τὸ κέρδος μὲν οὐδέν, ἡ δὲ ζημία ἄπειρος. Αὐτοὶ γὰρ οὗτοι οὕς εἰς μαρυτρίαν καλεῖς, λησταὶ γίνονται τῶν θησαυρῶν τῶν ἐν οὐρανοῖς· μᾶλλον δὲ οὐχ οὗτοι, ἀλλ’ ἡμεῖς, οἱ τὰ ἡμέτερα συλῶντες, καὶ σκορπίζοντες τὰ ἄνω κείμενα. Ὧ τῆς καινῆς συμφορᾶς καὶ τοῦ ἀλλοκότου τούτου πάθους! Ὅπου σὴς οὐκ ἀφανίζει, οὐδὲ κλέπτης διορύττει, κενοδοξία σκορπίζει. Οὗτος ὁ σὴς τῶν ἐκεῖ θησαυρῶν· οὗτος τὸν ἄσυλον ὑποσύρει πλοῦτον εὐπορίας τῆς ἐν οὐρανοῖς τοῦτο πάντα λυμαίνεται καὶ διαφθείρει. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος ὅτι καὶ λησταῖς καὶ σκώληκι καὶ ταῖς ἄλλαις ἐπιβουλαῖς ἀνάλωτον τὸ χωρίον ἐκεῖνο, διὰ κενοδοξίας ὑποσύρει τὸν πλοῦτον.
δ΄. Ἀλλὰ δόξης ἐπιθυμεῖς; Εἶτα οὐκ ἀρκεῖ σοι ἡ παρ’ αὐτοῦ τοῦ λαμβάνοντος, ἡ παρὰ τοῦ φιλανθρώπου Θεοῦ ἀλλὰ καὶ τῆς παρὰ ἀνθρώπων ἐρᾷς; Ὅρα μὴ τοὐναντίον ὑπομείνῃς· μὴ τίς σου καταγνῷ ὡς οὐκ ἐλεοῦντος, ἀλλ’ ἐκπομπεύοντος καὶ φιλοτιμουμένου, ὡς ἐκτραγωδοῦντος τὰς ἀλλοτρίας συμφοράς. Καὶ γὰρ μυστήριον ἐστιν ἡ ἐλεημοσύνη. Κλεῖσον τοίνυν τὰς θύρας, ἵνα μὴ τις ἴδῃ ἅπερ ἐπιδεῖξαι οὐ θέμις. Καὶ γὰρ τὰ μυστήρια τὰ ἡμέτερα τοῦτο μάλιστα ἐστιν, ἐλεημοσύνη καὶ φιλανθρωπία Θεοῦ. Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ ὄντας ἡμᾶς ἀπειθεῖς ἠλέησε.  Καὶ ἡ πρώτη δὲ δέησις ἐλέους γέμει, ὅταν ὑπὲρ τῶν ἐνεργουμένων παρακαλῶμεν· καὶ ἡ δευτέρα πάλιν, ὑπὲρ ἑτέρων τῶν ἐν μετανοίᾳ, πολὺ τὸ ἔλεος ἐπιζητοῦσα· καὶ ἡ τρίτη δὲ πάλιν, ὑπὲρ ἡμῶν αὐτῶν, καὶ αὕτη  τὰ  παιδία τὰ ἄμωμα τοῦ δήμου προβάλλεται, τὸν Θεὸν ἐπὶ ἔλεον παρακαλοῦντα. Ἐπειδὴ γὰρ αὐτοὶ κατεγνώκαμεν ἑαυτῶν ἁμαρτήματα ὑπὲρ μὲν τῶν πολλὰ ἡμαρτηκότων καὶ ἐγκληθῆναι  ὀφειλόντων αὐτοῖ βοῶμεν· ὑπὲρ δὲ ἡμῶν αὐτῶν οἱ παῖδες, ὧν ἁπλότητος τοῦ ζηλωτάς ἡ βασιλεία τῶν οὐρανῶν μένει. Ὁ γὰρ τύπος οὗτος τοῦτο ἐνδείκνυται, ὅτι οἱ κατ’ ἐκείνους  τοὺς παῖδας ταπεινοὶ  καὶ ἄπλαστοι, οὗτοι μάλιστα  δύνανται ἐξαιτεῖσθαι  τοὺς ὑπευθύνους. Αὐτὸ δὲ τὸ μυστήριον πόσου ἐλέου, πόσης φιλανθρωπίας, ἴσασιν οἱ μεμνημένοι.  Καὶ σὺ τοίνυν  κατὰ  δύναμιν  τὴν σὴν ἐλεῶν ἄνθρωπον, ἀπόκλεισον τὰς θύρας· αὐτὸς ὁ  ἐλεούμενος  ἰδέτω  μόνος· εἰ δὲ  οἷόν  τε, μηδὲ  οὗτος.  Ἄν δὲ ἀναπετάσῃς, ἐκπομπεύεις σου τὸ μυστήριον. Ἐννόησον ὅτι  καὶ αὐτὸς ἐκεῖνος, οὗ τὴν δόξαν ἐπιζητεῖς, καὶ αὐτὸς σου καταγνώσεται κἄν μὲν φίλος ἧ, παρ’ ἑαυτῷ σου κατηγορήσει  ἄν δὲ ἐχθρός, καὶ παρ’ ἑτέροις σε κωμωδήσει. Καὶ τἀναντία ὑπομενεῖς ὧν ἐπιθυμεῖς. Σὺ μὲν γὰρ ἐπιθυμεῖς, ἵνα εἴπῃ, ὅτι Ὁ ἐλεήμων αὐτὸς δὲ οὐκ ἐρεῖ  τοῦτο, ἀλλ’  ὁ κενόδοξος, ὁ  ἀνθρωπάρεσκος, καὶ   ἕτερα πολὺ τούτων χαλεπώτερα. Ἄν δὲ κρύψῃς, πάντα ἐρεῖ τἀναντία τούτοις. Ὁ φιλάνθρωπος, ὁ ἐλεήμων. Οὐ γὰρ ἀφίησιν ὁ Θεὸς κρυβῆναι· ἀλλ’  ἐὰν σὺ κρύψης, ἐκεῖνος κατάδηλον ποιήσει, καὶ  μεῖζον  τὸ θαῦμα, καὶ πλέον τὸ κέρδος. Ὥστε  καὶ  πρὸς τοῦτο αὐτὸ τὸ δοξάζεσθαι ἐναντίον ἡμῖν τὸ ἐπιδείκνυσθαι· πρὸς γὰρ ὅ σπεύδομεν καὶ ἐπειγόμεθα, πρὸς  τοῦτο μάλιστα ἡμῖν αὐτὸ τοῦτο ἀνθίσταται. Οὐ γὰρ μόνον ἐλεήμονος δόξαν οὐ λαμβάνομεν, ἀλλὰ καὶ τὴν ἐναντίαν· καὶ πρὸς ταύτῃ πολλὴν καὶ τὴν ζημίαν ὑπομένομεν. Πάντων οὖν ἕνεκεν  ἀπεχώμεθα ταύτης, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐρῶμεν μόνης. Οὕτω γὰρ καὶ τῆς ἐνταῦθα ἐπιτευξόμεθα δόξης, καὶ τῶν αἰωνίων ἀπολαύσομεν  ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
α΄. Πάλι θέτει ὁ εὐαγγελιστὴς τὴν αἰτία, γιὰ τὴν ὁποία ἔπρεπε νὰ σωπάσουν κι ἀπ’ αὐτὸ δείχνει καὶ τὴ θρασύτητα ἐκείνων. Μὲ ποιὸ τρόπο; Ὅτι μόλο ποὺ ἀποστομώθηκαν ἐκεῖνοι, κάνουν ξανὰ ἐπίθεση αὐτοί. Γιατὶ ἐνῶ ἔπρεπε καὶ ἀπ’ αὐτὸ νὰ μείνουν ἥσυχοι, αὐτοὶ συναγωνίζονται τοὺς προηγούμενους καὶ χρησιμοποιοῦν τὸ νομικό, ὄχι γιὰ νὰ μάθουν, ἀλλὰ γιὰ νὰ τὸν δοκιμάσαν καὶ ρωτοῦν ποιά εἶναι ἡ πρώτη ἐντολή. Ἐπειδὴ πρώτη ἦταν ἡ ἐντολὴ θ’ ἀγαπήσης τὸν Κύριο τὸ Θεό σου. Περιμένουν ὅτι θὰ τοὺς δώση ἀφορμὴ ἐπειδὴ θὰ τὴν τροποποιοῦσε, ἀφοῦ παρουσιαζόταν κι ὁ ἴδιος ὡς Θεός. Γι’ αὐτὸ τοῦ θέτουν τὴν ἐρώτηση. Κι ὁ Χριστός; Ἀποκαλύπτοντας γιὰ ποιοὺς λόγους τὸ εἶχαν ἀποφασίσει αὐτό, ἐπειδὴ δὲν ὑπῆρχε μέσα τους καθόλου ἀγάπη, ἐπειδὴ τοὺς ἔκαιγε ὁ φθόνος κι εἶχαν αἰχμαλωτισθῆ ἀπὸ τὴ ζήλεια, τοὺς λέει. Θὰ ἀγαπήσης τὸν Κύριο καὶ Θεό σου, αὐτὴ εἶναι ἡ πρώτη καὶ ἡ μεγάλη ἐντολή. Δεύτερη ὅμοια μ’ αὐτὴ, θ’ ἀγαπήσης τὸν πλησίον σου, καθὼς τὸν ἑαυτό σου. Γιατὶ ὅμοια μ’ αὐτή; Γιατὶ ἡ μιὰ προετοιμάζει τὸ δρόμο τῆς ἄλλης κι ἀπ’ αὐτή ὁλοκληρώνεται. Γιατὶ καθένας ποὺ πράττει φαυλότητες μισεῖ τὸ φῶς καὶ δὲν ἔρχεται πρὸς τὸ φῶς. Ἀλλοῦ λέει «Εἶπε μέσα του ὁ ἀνόητος δὲν ὑπάρχει Θεός». Καὶ τὶ προέκυψε ἀπ’ αὐτό; «Ἔζησαν διεφθαρμένη ζωὴ καὶ βδελυρή». Καὶ πάλι ρίζα ὅλων τῶν κακῶν εἶναι ἡ φιλαργυρία, ποὺ ἀπὸ τὴν ἐπιθυμία της μερικοὶ ἔχασαν τὸ δρόμο τῆς πίστης. Καὶ ὅποιος μὲ ἀγαπᾶ θὰ τηρήση τὶς ἐντολές μου. Ἐντολές του καὶ ἀπόσταγμά τους εἶναι τοῦτο·  θὰ ἀγαπήσης τὸν Κύριο τὸ Θεό σου καὶ τὸν πλησίον σου καθὼς τὸν ἑαυτό σου. Ἄν λοιπὸν τὸ ν’ ἀγαπᾶς τὸν πλησίον σου (γι’ αὐτὸ λέει, ἄν μ’ ἀγαπᾶς, Πέτρε, γίνε βοσκὸς τῶν προβάτων μου) καὶ τὸ ν’ ἀγαπᾶς τὸν πλησίον σου προκαλεῖ τήρηση τῶν ἐντολῶν, εὔλογα συμπεραίνει σ’ αὐτές περιέχονται τὸ σύνολο τοῦ νόμου· κι οἱ προφῆτες. Ἀκριβῶς γι’  αὐτό, ποὺ ἔκαμε πρῶτα, κάμει καὶ τοῦτο ἐδῶ. Ἐκεῖ ὅταν τὸν ρώτησαν γιὰ τὸν τρόπο τῆς ἀναστάσεως μίλησε καὶ γιὰ τὴν ἀνάσταση  τὴν ἴδια, δίνοντάς τους περισσότερο ἀπὸ ὅ,τι τοῦ εἶχαν ζητήσει. Κι ἐδῶ ἐνῶ εἶχε ἐρωτηθῆ προσθέτει καὶ τὴ δεύτερη ποὺ δὲν ἦταν πολὺ κατώτερη ἀπὸ τὴν πρώτη, ἦταν δεύτερη, ἀλλὰ ὅμοια μὲ τὴν πρώτη. Ἔτσι τοὺς ἔκαμε ἕνα ὑπαινιγμὸ γιὰ τὴν αἰτία τῆς ἐρωτήσεως, τὸ μῖσος τους. Γιατὶ ἡ ἀγάπη δὲν ζηλεύει. Ἀπ’ αὐτὸ δείχνει ὅτι αὐτὸς πείθεται στοὺς νόμους καὶ τοὺς προφῆτες. Ἀλλὰ γιατὶ ὁ Ματθαῖος λεέι ὅτι ρώτησε πειραχτικά, ἐνῶ ὁ Μᾶρκος τὸ ἀντίθετο; Γιατὶ εἶδε ὁ Χριστὸς ὅτι ἀπάντησε σωστὰ καὶ τοῦ εἶπε· δὲν εἶσαι μακριὰ ἀπὸ τὴ βασιλεία τοῦ Θεοῦ. Δὲν εἶναι ἀντίθετοι μεταξύ τους, συμφωνοῦν ὁλότελα. Στὴν ἀρχὴ ρώτησε πειρακτικὰ ἐπειδὴ ὅμως ὠφελήθηκε ἀπὸ τὴν ἀπάντηση, δέχθηκε ἔπαινο. Δὲν τὸν ἐπαίνεσε ἀπὸ τὴν ἀρχὴ ἀλλὰ ὅταν εἶπε ὅτι τὸ ν’ ἀγαπᾶς τὸν πλησίον ἀξίζει περισσότερον ἀπὸ τὰ ὁλοκαυτώματα, τότε τοῦ λέει, δὲν εἶσαι μακριὰ ἀπὸ τὴ βασιλεία τῶν οὐρανῶν. Γιατὶ περιφρόνησε τὰ μικρὰ καὶ συνέλαβε τὴν ἀρχὴ τῆς ἀρετῆς. Γιατὶ ὅλα αὐτὰ γίνονται γιὰ τοῦτο καὶ τὸ Σάββατο καὶ τὰ ἄλλα. Κι ἔτσι ὅμως δὲν ὁλοκλήρωσε ἀκόμα τὴν σύνθεση ἑνὸς ἐπαίνου ἀλλὰ τὴν ἔκαμε ἐλλειπῆ. Τὸ ὅτι εἶπε δὲν εἶσαι μακρυά, δὲν δείχνει ν’ ἀπέχη ἀκόμα, γιὰ νὰ ζητήση ἐκεῖνο ποὺ τοῦ ἔλειπε. Κι ἄν τὸν ἐπαίνεσε, ἐπειδὴ εἶπε, ὅτι ἕνας εἶναι ὁ Θεὸς καὶ κανένας ἄλλος ἐκτὸς ἀπ’ αὐτὸν, μὴν ἀπορήσης.  Ἀλλὰ κι ἀπ’ αὐτὸ τὸ σημεῖο σκέψου ὅτι ἀποκρίνεται σύμφωνα μὲ τὸ ἐπίπεδο αὐτῶν ποὺ πλησίαζαν. Γιατὶ κι ἄν λένε γιὰ τὸ Χριστὸ μύρια ἀνάξια τῆς δόξας του, αὐτὸ βέβαια δὲ θὰ τολμήσουν, ὅτι δὲν εἶναι καθόλου Θεός. Γιατὶ λοιπὸν ἐπαινεῖ αὐτὸν ποὺ εἶπε ὅτι ἐκτὸς ἀπὸ τὸν Πατέρα δὲν ὑπάρχει ἄλλος Θεός; Ὄχι γιατὶ δὲν θεωρεῖ τὸν ἑαυτό του Θεό. Μακριὰ τέτοια σκέψη. Ἀλλὰ ἐπειδὴ δὲν ἦταν καιρὸς νὰ φανερώση τὴν θεότητά του, τὸν ἀφήνει νὰ μείνη στὴν παλαιὰ του γνώμη, καὶ τὸν ἐπαινεῖ γιὰ τὴν καλὴ γνώση του τῶν παλιῶν, ὤστε νὰ τὸν κάμη κατάλληλο καὶ γιὰ τὴ διδασκαλία τῆς Καινῆς Διαθήκης, εἰσάγοντάς τον ὅταν ἔρχόταν ἡ ὥρα. Ἐξ ἄλλου καὶ ἡ φράση ἕνας ὁ Θεὸς καὶ κανένας ἄλλος ἐκτὸς ἀπ’ αὐτόν, δὲ λέγεται γιὰ νὰ παραμερισθῆ ὁ Γιός, ἀλλὰ γιὰ νὰ γίνη ἀντιδιαστολή, μὲ τὰ εἴδωλα. Ὥστε ἐπαινῶντας αὐτὸν ποὺ μίλησε ἔτσι, ἐπαινεῖ αὐτὴ τὴ γνώμη. Μετὰ τὴν ἀπάντησή του ξαναρωτᾶ. Τί νομίζετε γιὰ τὸ Χριστό; Τίνος Γιὸς εἶναι; τοῦ Δαυΐδ, τοῦ λένε. Προσέξετε ὕστερ’ ἀπὸ πόσα θαύματα, πόσα σημεῖα, πόσες ἐρωτήσεις, ἔπειτ’ ἀπὸ πόσα δείγματα ὁμόνοιας μὲ τὸν Πατέρα καὶ μὲ τὸ λόγο καὶ μὲ τὰ ἔργα, ἀφοῦ ἐπαίνεσε αὐτὸν ποὺ εἶπε ὅτι ὁ Θεὸς εἶναι ἕνας, τότε μονάχα ρωτᾶ. Γιὰ νὰ μὴν μποροῦν νὰ λένε ὅτι ἔκαμε θαύματα, ἀλλὰ ἦταν ἐχθρὸς τοῦ νόμου καὶ τοῦ Θεοῦ. Γι’ αὐτὸ θέτει τὴν ἐρώτηση ὕστερ’ ἀπὸ τόσα ἄλλα, θέλοντας νὰ τοὺς κάμη νὰ ὁμολογήσουν κι αὐτὸν χωρὶς νὰ τὸ καταλάβουν. Καὶ πρῶτα ρώτησε τοὺς μαθητάς, τί λένε οἱ ἄλλοι. Κι ἔπειτα τοὺς ἄλλους ἀλλοιώτικα·  γιατὶ βέβαια καὶ πλάνο μποροῦσαν νὰ τὸν ποῦν καὶ πονηρό, ἐπειδὴ δὲν εἶχαν τίποτα νὰ φοβηθοῦν. Γι’ αὐτὸ ἐξετάζει καὶ τὴ δική τους  γνώμη.
β΄. Ἐπειδὴ λοιπὸν ἄρχισε νὰ βαδίζη πρὸς τὸ πάθος, θέτει τὴν προφητεία ποὺ ρητὰ τὸν ἀνακηρύττει Κύριο. Οὔτε τυχαία, οὔτε ἀπὸ πρῶτα ἀλλὰ ἀπὸ κάποια εὔλογη αἰτία. Ἐρώτησε πρῶτος καὶ δὲν ἀπάντησαν τὴν ἀλήθεια γι’ αὐτόν- εἶπαν ὅτι εἶναι ἁπλὸς ἄνθρωπος. Ἀνατρέποντας λοιπὸν τὴν ἐσφαλμένη γνώμη τους φέρνει τὸ Δαυΐδ ποὺ ἀνακηρύττει τὴ θεότητά του. Ἐκεῖνοι ἐνόμιζαν πὼς ἦταν ἁπλὸς ἄνθρωπος καὶ γι’ αὐτὸ ἔλεγαν ὅτι εἶναι γιὸς τοῦ Δαυΐδ. Αὐτὸς ὅμως γιὰ νὰ τοὺς διορθώση, φέρνει τὸν προφήτη ποὺ μαρτυρεῖ, ὅτι ἦταν Κύριος καὶ γνήσιος Υἱὸς, καὶ ὁμότιμος μὲ τὸν Πατέρα. Δὲν σταματᾶ σ’ αὐτὸ ἀλλὰ γιὰ νὰ τοὺς φοβίσει προσθέτει καὶ τοῦτο. Ὥσπου νὰ κάμω τοὺς ἐχθρούς σου ὑποπόδιο τῶν ποδιῶν σου· γιὰ νὰ τοὺς προσελκύση ἀκόμα καὶ μὲ τὸν τρόπο αὐτόν. Καὶ νὰ μὴν ἰσχυρίζωνται ὅτι ἀπὸ ἀνθρώπινη κολακεία τὸν ἔλεγε ἔτσι κι ὅτι ἡ γνώμη αὐτὴ ἦταν γνώμη ἀνθρώπου, προσέξετε τὴν ἐρώτησή του· πῶς λοιπὸν ὁ Δαυΐδ ἐμπνευσμένος ἀπὸ τὸ ἅγιο Πνεῦμα τὸν ἀποκαλεῖ Κύριο; Προσέξετε μὲ πόση μετριοπάθεια παρουσιάζει τὴ γνώμη καὶ τὴν ἰδέα ποὺ τὸν ἀφορᾶ. Πρῶτα τοὺς εἶπε· τί νομίζετε; Τίνος Γιὸς εἶναι; Ὥστε μὲ τὴν ἐρώτηση νὰ τοὺς ὁδηγήση στὴν ἀπάντηση Κι ὅταν ἀπάντησαν· τοῦ Δαυΐδ, δὲν τοὺς εἶπε· κι ὅμως αὐτὰ ὁ Δαυΐδ τὰ λέει, ἀλλὰ συνεχίζει μὲ τὴ μορφὴ ἐρωτήσεως πάλι·  πῶς λοιπὸν ὁ Δαυΐδ ἐμπνευσμένος ἀπὸ τὸ ἅγιο Πνεῦμα τὸν ἀποκαλεῖ Κύριό του; Γιὰ νὰ μὴν τοὺς φέρη μπροστὰ σὲ δυσκολία. Γι’ αὐτὸ κιόλας δὲν τοὺς ρώτησε, τί γνώμη  γιὰ μένα, ἀλλὰ γιὰ τὸ Χριστό. Γι’ αὐτὸ καὶ οἱ ἀπόστολοι μὲ μετριοπάθεια μιλοῦσαν κι ἔλεγαν, ἐνῶ ἦταν δυνατὸ νὰ ποῦν μὲ θάρρος γιὰ τὸν Πατριάρχη ὅτι πέθανε καὶ ἐτάφη. Γι’ αὐτὸ κι ἐκεῖνος ὅμοια μ’ αὐτοὺς παρουσιάζει τὸ πρᾶγμα μὲ μορφὴ ἐρωτήσεως καὶ ἁπλῆς σκέψης καὶ τοὺς λέει· Πῶς λοιπὸν ὁ Δαυΐδ ἐμπνευσμένος ἀπὸ τὸ ἅγιο Πνεῦμα τὸν ἀποκαλεῖ Κύριο καὶ λέει· Εἶπε ὁ Κύριος στὸν Κύριό μου· κάθησε στὰ δεξιά μου ὥσπου νὰ κάμω τοὺς ἐχθρούς σου ὑποπόδιο τῶν ποδιῶν σου; Καὶ συμπληρώνει· Ἄν ὁ Δαυΐδ τὸν ἀποκαλεῖ Κύριο, πῶς εἶναι γιός του; Μ’ αὐτὸ βέβαια δὲν ἀναιρεῖ τὸ ὅτι εἶναι γιός του, πρὸς Θεοῦ.  Δὲ θὰ ἐπιτιμοῦσε τότε τὸν Πέτρο γι’ αὐτὸ ἀκριβῶς -ἀλλὰ διορθώνει τὴν ἀντίληψή τους. Ὥστε ὅταν λέγη· Πῶς εἶναι γιός του, ἐννοεῖ, δὲν εἶναι γιός του ὅπως σεῖς νομίζετε. Ἐκεῖνον ἔλεγαν ὅτι ἦταν μονάχα γιὸς ἐκείνου καὶ ὄχι συνάμα καὶ Κύριος. Καὶ τὸ ἔλεγαν μετὰ τὴ μαρτυρία,  μὲ τρόπο μετριοπαθῆ. Ἄν λοιπὸν ὁ Δαυΐδ τὸν ἀποκαλεῖ Κύριο, πῶς εἶναι γιός του; Κι αὐτὰ ὅμως τὰ ἄκουσαν, δὲν εἶπαν τίποτα. Γιατὶ δὲν ἤθελαν νὰ μάθουν κάτι ἀπ’ αὐτὰ ποὺ ἔπρεπε. Γι’ αὐτὸ ἀναγκάζεται νὰ συμπληρώση ὁ ἴδιος λέγοντας ὅτι εἶναι Κύριός του. Κι αὐτὸ πάλι δὲν τὸ λέγει μὲ τρόπο ἀπόλυτο ἀλλὰ προβάλλοντας τὸν προφήτη, ἐπειδὴ πολὺ δυσπιστοῦσαν γι’ αὐτὸν καὶ εἶχε συκοφαντηθῆ μεταξύ τους. Αὐτὸ πρέπει νὰ σκεπτώμαστε καὶ νὰ μὴ σκανδαλιζώμαστε, ἄν λέγεται κάτι ἀπὸ τὸν ἴδιο περιωρισμένο καὶ μετριπαθές. Αὐτὴ εἶναι ἡ αἰτία, ἄν καὶ ὄχι μοναδική, ὅτι μιλάει σ’ ἐκείνους μὲ συγκατάβαση. Γι’ αὐτὸ καὶ τώρα διδάσκει μὲ μορφὴ ἐρωτήσεως καὶ ἀπαντήσεως. Καὶ μ’ αὐτὸ τὸν τρόπο κάμει ὑπαινιγμὸ γιὰ τὴν ἀξία του. Δὲν  ἦταν ἴσο νὰ ὠνομασθῆ Κύριος τῶν Ἰουδαίων καὶ Κύριος τοῦ Δαυΐδ. Ἐμεῖς ἄς προσέξωμε καὶ τὴν ἐκλογῆ τῆς εὐκαιρίας. Ὅταν εἶπε, ἕνας Κύριος ὑπάρχει τότε εἶπε καὶ γιὰ τὸν ἑαυτό του ὅτι εἶναι Κύριος, χρησιμοποιῶντας τὴν ἀποδεικτικὴ δύναμη τῆ προφητείας, ὄχι μόνο τῶν ἔργων. Καὶ παρουσιάζει τὸν Πατέρα καὶ τὸν ὑπερασπίζει· λέγει, ὥσπου νὰ κάμω τους ἐχθρούς σου ὑποπόδιο τῶν ποδῶν σου. Δείχνει συνάμα τὸ μεγάλο σύνδεσμο μαζί του, ἐκείνου ποὺ τὸν γέννησε καὶ τὴν τιμήν. Αὐτὸ τὸ τέλος θέτει στὶς ὁμιλίες του, ὑψηλὸ καὶ μεγάλο ἱκανὸ νὰ ράψη τὰ στόματά τους. Ὕστερ’ ἀπ’ αὐτὸ ἐσώπασαν, ὄχι μὲ τὴ θέλησή τους, ἀλλὰ ἐπειδὴ δὲν εἶχαν τίποτα νὰ ποῦν. Τόσο καίριο τραῦμα δέχτηκαν ὥστε νὰ μὴν τολμήσουν πιὰ νὰ ξαναεπιχειρήσουν τό ἴδιο. Κανένας, σημειώνει ὁ Εὐαγγελιστής, δὲν τόλμησε νὰ τὸν ρωτήση ἀπὸ τὴν ἡμέρα ἐκείνη. Καὶ τοῦτο δὲν ὠφελοῦσε λίγο τὰ πλήθη. Γι’ αὐτὸ καὶ σ’ αὐτὰ στρέφει τὸ λόγο ἀφοῦ ἀπομάκρυνε τοὺς λύκους κι ἀπέκρουσε τὶς ἐπιβουλές τους.
Αὐτοὶ τίποτα δὲν μποροῦσαν νὰ κερδίσουν κυριευμένοι ἀπὸ τὴν κενοδοξία, τὸ φοβερὸ αὐτὸ πάθος. Εἶναι φοβερὸ πάθος καὶ πολυκέφαλο. Ἄλλοι ἐξαίτιας της ἐπιθυμοῦν τὴν ἐξουσία, ἄλλοι τὰ χρήματα, ἄλλοι τὴ δύναμη. Καὶ σιγὰ σιγὰ καθὼς βαδίζει τὸ δρόμο της φτάνει καὶ στὴν ἐλεημοσύνη καὶ στὴ νηστεία καὶ στὶς προσευχὲς καὶ στὴ διδασκαλία. Πολλὲς εἶναι οἱ κεφαλὲς αὐτοῦ τοῦ θηρίου. Καὶ νὰ κενοδοξῆς γιὰ τὰ πρῶτα δὲν εἶναι παράδοξο· ἐκεῖνο ποῦ εἶναι παράξενο καὶ ἀξιοδάκρυτο εἶναι νὰ κενοδοξῆς γιὰ τὴ νηστεία καὶ τὴν προσευχή. Ἀλλὰ γιὰ νὰ μὴν κατηγοροῦμε πάλι μονάχα ἐλᾶτε νὰ πουμε καὶ τὸν τρόπο, ποὺ θὰ ξεφύγωμε ἀπ’ αὐτὴν. Ποιοὺς ν’ ἀντιμετωπίσωμε πρώτους; Ἐκείνους ποὺ κενοδοξοῦν γιὰ τὰ χρήματά τους, ἤ γιὰ τὰ ροῦχα τους, ἤ γιὰ τὰ ἀξιώματά τους, ἤ γιὰ τὴ διδακτικὴ τους δύναμη, ἤ γιὰ τὴν τέχνη τους ἤ γιὰ τὸ σῶμα τους, ἤ διὰ τὰν ὀμορφιά τους, ἤ γιὰ τὰ στολιδια τους, ἤ γιὰ τὴ σκληρότητά τους, ἤ γιὰ τὴ φιλανθρωπία καὶ τὴν ἐλεημοσύνη τους, γιὰ τὴν πονηρία τους, ἤ γιὰ τὸν τρόπο τοῦ θανάτου καὶ μετὰ τὸν θάνατό τους; Γιατὶ ὅπως πολλὲς παγίδες ἔχει τὸ πάθος αὐτὸ καὶ προχωρεῖ ἀκόμα καὶ πέρα ἀπὸ τὴ ζωή μας. Ὁ τάδε πέθανε λένε· γιὰ νὰ τὸν θαυμάσουν ἄφησε ἐντολὴ νὰ γίνουν τὰ καὶ τά. Γι’ αὐτὸ τὸ ἴδιο ὁ ἕνας εἶναι φτωχὸς καὶ πλούσιος ὁ ἄλλος. Γιατὶ τὸ δύσκολο εἶναι ὅτι γεννιέται καὶ ἀπὸ τὰ ἀντίθετα.
γ΄. Ἐναντίον ποιῶν λοιπὸν θὰ σταθοῦμε πρῶτα καὶ ποιοὺς θἀ ἀντιμετωπίσωμε; Γιατὶ δὲ φτάνει ὁ ἴδιος λόγος γιὰ ὅλους. Θέλετε νὰ ἀπαντήσωμε πρῶτα σ’ ἐκείνους ποὺ κενοδοξοῦν γιὰ τὴν ἐλεημοσύνη τους; Εἶναι καὶ δική μου γνώμη. Πολὺ ἀγαπῶ τὴν ἐλεημοσύνη καὶ πονῶ νὰ τὴ βλέπω νὰ κακοποιῆται. Σὰν βασιλικὴ κόρη τὴ βλέπω, ποὺ τὴν ἐπιβουλεύεται ἡ ξεμυαλίστρα παραμάνα της, ἡ κενοδοξία. Τὴν μεγαλώνει βέβαια ἀλλὰ γιὰ νὰ τὴν ντροπιάση καὶ νὰ τὴ βλάψη, τὴν παρασύρει,  τὴ συμβουλεύει νὰ περιφρονῆ τὸν πατέρα της, καὶ νὰ φτιασιδώνεται γιὰ νὰ γίνη ἀρεστὴ σὲ ἀκαθάρτους καὶ γελοίους πολλὲς φορὲς ἄνδρες. Καὶ τὴ στολίζει μὲ στολίδια ποὺ θέλουν οἱ ἔξω, αἰσχρὰ κι ἀνάξια, κι ὄχι ὅπως θέλει ὀ πατέρας. Ἄς ἀπευθυνοῦμε λοιπὸν πρὸς αὐτοὺς κι ἄς ὑποθέσωμε μιὰ ἐλεημοσύνη ποὺ γίνεται πλούσια, ποὺ γίνεται γιὰ ἐπίδειξη στοὺς πολλούς. Αὐτὴν πρῶτα τὴ βγάζει ἀπὸ τὸν πατρικὸ θάλαμο κι ἐνῶ ὁ πατέρας συμβουλεύει νὰ μὴ γίνεται φανερὴ μήτε στὸ ἀριστερὸ χέρι, αὐτὴ τὴν δείχνει στοὺς δούλους καὶ στοὺς τυχόντες καὶ σ’ ἀνθρώπους ποὺ δὲν τὴν γνωρίζουν. Βλέπετε τὴν πόρνη καὶ μαστροπὸ πῶς τὴν κάμη νὰ ἐπιθυμῆ ἀνθρώπους ποὺ δὲν πρέπει καὶ νὰ συμμορφώνεται στὶς ἐπιθυμίες τους; Θέλετε νὰ δῆτε ὅτι δὲν κάμει μόνο πόρνη ἀλλὰ καὶ μανιακὴ μιὰ τέτοια ψυχή; Προσέξετε τὴ σκέψη της. Ὅταν ἀφήση τὸν οὐρανὸ καὶ τρέχει πίσω ἀπὸ δραπέτες καὶ δούλους, κυνηγῶντας στὶς γειτονιὲς καὶ τὰ στενὰ αὐτοὺς ποὺ τὴ μισοῦν, τοὺς αἰσχροὺς καὶ δύσμορφους ποὺ δὲν θέλουν οὔτε νὰ τὴν ἀντικρύσουν, ἀλλὰ τὴ μισοῦν, ἐπειδὴ φλογίζεται ἀπὸ τὸν ἔρωτά τους τί πιὸ μανιακὸ ὑπάρχει; Κανένα δὲν μισοῦν τόσο οἱ πολλοί, ὅσο ἐκείνους ποὺ ἔχουν ἀνάγκη νὰ δοξάζωνται ἀπ’ αὐτούς. Πλῆθος κατηγορίες ἐξυφαίνουν γιὰ λόγου τους, κι εἶναι τὸ ἴδιο, μὲ τὸ νὰ κατεβάσης ἀπὸ τὸ θρόνο ἁγνὴ κόρη τοῦ βασιλιᾶ, καὶ νὰ τὴν προστάξης νὰ ἐκδίδη ἡ ἴδια τὸν ἑαυτό της σὲ μονομάχους κι ἀνθρώπους ποὺ τὴ περιφορνοῦν. Αὐτοὶ ὅσο τοὺς ἀναζητεῖς τόσο σὲ ἀποστρέφονται. Ὁ Θεὸς ὅμως ἄν ζητᾶς τὴ δική του δόξα, τόσο πιὸ πολὺ σὲ παίρνει κοντά του καὶ σὲ ἐπαινεῖ καὶ σοῦ δίνει ἄφθονη ἀμοιβή. Θέλετε νὰ διαπιστώσετε κι ἀπὸ ἄλλη ἄποψη τὴ ζημία ποὺ προκαλεῖ; Ἀναλογισθῆτε τὴ λύπη ποὺ δοκιμάζετε καὶ τὴν ἀδιάκοπη στενοχώρια, ὅταν ἀντηχῆ στ’ αὐτιὰ σας ἡ φωνὴ τοῦ Χριστοῦ ποὺ λέει ὅτι ἔχασες ὅλο τὸ μισθό σου. Σ’ ὅλες τὶς περιπτώσεις εἶναι κακὸ ἡ κενοδοξία, περισσότερο ὅμως στὴ φιλανθρωπία. Γιατὶ καταλήγει στὴν ἄκρα σκληρότητα, ποὺ ἐκπομπεύει τὶς συμφορὲς τοῦ ἄλλου καὶ σχεδὸν κατηγορεῖ τοὺς φτωχούς. Γιατὶ ἄν εἶναι κατηγορία νὰ μιλᾶς γιὰ τὶς εὐεργεσίες σου, τὸ νὰ τὶς ἀποδίδης σὲ πολλοὺς ἄλλους, τί νομίζεις πῶς εἶναι; Πῶς θ’ ἀποφύγωμε τὸ κακό; Ἄν μάθωμε νὰ ἐλεοῦμε, ἄν διευκρινήσωμε τίνων δόξα ἐπιδιώκομε. Πέστε μου, πιός ἔφτιαξε τὴν ἐλεημοσύνη; Ὁ Θεὸς ποὺ τὴν ἔδειξε στοὺς ἀνθρώπους, αὐτὸς ποὺ καλύτερα  ἀπ’ ὅλους τὴ γνωρίζει καὶ τὴν ἀσκεῖ στὴν αἰωνιότητα. Σὲ ποιὸν λοιπὸν ἀπευθύνεσαι ὅταν μαθαίνης παλαιστὴς καὶ σὲ ποιούς παρουσιάζεις τὶς ἐπιδόσεις σου στὴν παλαίστρα; Σὲ κείνους ποὺ πουλοῦν λάχανα καὶ ψάρια ἤ στὸν προπονητή; Βέβαια αὐτοὶ εἶναι πολλοὶ κι ἐκεῖνος ἕνας. Τί κι ἄν κοροϊδεύουν οἱ ἄλλοι, ὅταν αὐτὸς θαυμάζη; Δὲ θὰ περιγελάσης κι ἐσὺ μαζί μ’ αὐτὸν ἐκείνους; Κι ἄν μαθαίνης πυγμαχία δὲ θὰ προσέξης αὐτὸν ποὺ τὴ διδάσκει; Κι ἄν ἀσχολῆσαι μὲ τοὺς λόγους, δὲ θὰ ζητήσης τὸν ἔπαινο τοῦ ρήτορα καὶ δὲ θὰ περιφρονήσεις τοὺς ἄλλους; Πῶς λοιπὸν δὲν ἀποτελεῖ ἀντίφαση, στὶς ἄλλες τέχνες μονάχα, ν’ ἀποβλέπωμε στὶ διδάσκαλό τους κι ἐδῶ νὰ κάνωμε τὸ  ἀντίθετο;  Μόλο ποὺ δὲν εἶναι ἴση ἡ ζημία. Ἐκεῖ, ἄν παλεύης σύμφωνα μὲ τὴ γνώμη τῶν πολλῶν καὶ ὄχι τοῦ δασκάλου ἡ ζημία περιορίζεται στὸ πάλαιμα, ἐδῶ ὅμως ἡ ζημία ἀναφέρεται στὴν αἰώνιο ζωή. Ἄν ἔχης γίνει ὅμοιος μὲ τὸ Θεὸ κατὰ τὴν ἐλεημοσύνη, γίνου ὅμοιος καὶ στὸ νὰ μὴν ἐπιδεικνύεσαι. Ὅταν ἐθεράπευε, ἔλεγε νὰ μὴν τὸν ἀναφέρουν σὲ κανένα. Θέλεις μήπως νὰ ὀνομαστῆς ἐλεήμων ἀπὸ τοὺς ἀνθρώπους; Ποιὸ τὸ κέρδος; Δὲν ὑπάρχει κέρδος ἀλλὰ ζημία ἀπέραντη. Αὐτοὶ οἱ ἴδιοι ποὺ καλεῖς σὰν μάρτυρες, γίνονται ληστὲς τῶν θησαυρῶν τῶν οὐρανῶν. Κι ὄχι αὐτοὶ ἀλλὰ ἐμεῖς, ποὺ λαφυραγωγοῦμε τὸ δικό μας θησαυρὸ καὶ διασκορπίζομε τὸν οὐράνιο μισθό μας. Καινούργια συμφορὰ καὶ παράδοξο πάθημα. Ὅπου δὲν ἀφανίζει τὸ σαράκι καὶ δὲν ἁρπάζει ὁ κλέφτης, σκορπίζει ἡ κενοδοξία. Αὐτὸ εἶναι τὸ σαράκι τῶν θησαυρῶν τοῦ οὐρανοῦ. Αὐτὴ κρυφὰ ἀφαιρεῖ τὸν ἀσύλητο πλοῦτο. Αὐτὴ ὅλα τ’ ἀφανίζει καὶ τὰ καταστρέφει. Ἐπειδὴ βλέπει ὁ διάβολος ὅτι κι ἀπὸ ληστὲς κι ἀπὸ σκουλήκι κι ἀπὸ ἄλλες ἐπιβουλὲς εἶναι ἄπαρτο αὐτὸ τὸ ὀχυρὸ ἀφαιρεῖ κρυφὰ τὸν πλοῦτο μὲ τὴν κενοδοξία.
δ΄. Ἀλλὰ ποθεῖς τὴ δόξα; Δὲν σοῦ εἶναι ἀρκετὴ ἡ δόξα τοῦ φιλανθρώπου Θεοῦ, ποὺ δέχεται τὴν ἐλεημοσύνη ἀλλὰ ἐπιθυμεῖς καὶ τὴ δόξα τῶν ἀνθρώπων; Πρόσεξε μὴν πάθης τὸ ἀντίθετο. Μὴ σὲ κατηγορήση κανένας ὅτι δὲν ἐλεεῖς ἀλλὰ κάμεις θέατρο καὶ ζητᾶς τιμές, ὅτι θεατρίζεις τὶς ξένες συμφορές. Ἡ ἐλεημοσύνη εἶναι μυστήριο. Κλεῖσε λοιπὸν τὴν θύρα σου, γιὰ νὰ μὴ δῆ κανένας αὐτὸ ποὺ δὲν εἶναι σωστὸ νὰ δῆ. Γιατὶ τὰ δικά μας τὰ μυστήρια εἶναι αὐτά, ἡ ἐλεημοσύνη καὶ ἡ φιλανθρωπία τοῦ Θεοῦ. Γιατὶ μὲ τὴν ἀπέραντη εὐσπλαχνία του μᾶς ἐλέησε ἄν καὶ εἴμαστε ἀνυπάκουοι. Καὶ ἡ πρώτη παράκλησι εἶναι γεμάτη ἀπὸ ἔλεος, ὅταν παρακαλοῦμε γιὰ τὶς πράξεις μας. Καὶ ἡ δεύτερη πάλι παράκληση, γιὰ αὐτοὺς ποὺ περνοῦν τὸν κανόνα τῆς μετάνοιάς τους, πολὺ  ἔλεος ἐπιζητεῖ. Ἀλλὰ καὶ ἡ τρίτη γιὰ μᾶς τοὺς ἴδιους, κι αὐτὴ τὰ ἀθῶα παιδιὰ τοῦ λαοῦ προβάλλει, νὰ παρακαλοῦν τὸ Θεὸ γιὰ νὰ δείξη τὴν ἀγάπη του. Ἐπειδὴ οἱ ἴδιοι ἀναγνωρίσαμε τ’ ἀμαρτήματά μας, ἐμεῖς ὑψώνομε φωνὴ παρακλήσεως γιὰ κείνους ποὺ ἔχουν ἁμαρτήσει πολὺ καὶ ποὺ ἀξίζει νὰ κατηγορηθοῦν·  γιὰ μᾶς πάλι ὑψώνουν φωνὴ τὰ παιδιὰ ποὺ τοὺς μιμητὲς τῆς ἁπλότητάς τους περιμένει ἡ βασιλεία τῶν οὐρανῶν. Ὁ τύπος αὐτὸς θέλει νὰ δείξη τοῦτο ἀκριβῶς, ὅτι αὐτοὶ ποὺ ἔχουν παιδικὴ ταπεινοσύνη κι εἰλικρίνεια, αὐτοὶ μποροῦν νὰ ζητήσουν τὴ σωτηρία τῶν ἁμαρτωλῶν. Πόση συμπόνια καὶ φιλανθρωπία περικλείει αὐτὸ τὸ μυστήριο, τὸ γνωρίζουν ὅσοι τὸ σκέπτονται. Καὶ σὺ λοιπὸν ὅταν ἐλεῆς κάποιον κατὰ τὴ δύναμή σου, κλεῖσε τὴ θύρα σου. Ἄς τὸ γνωρίζη μόνο αὐτὸς ποὺ δέχεται τὴν ἐλεημοσύνη σου καὶ μήτε αὐτὸς ἄν εἶναι δυνατό. Ἄν διαπλατώσης τὶς θύρες, διαπομπεύεις τὸ μυστήριό σου. Πρέπει νὰ καταλάβωμε ὅτι κι ὁ ἴδιος ἐκεῖνος, ποὺ ἐπιδιώκομε τὴ δόξα του, κι αὐτὸς θὰ μᾶς καταδικάση, κι ἄν εἶναι φίλος μας θὰ μᾶς κατηγορῆ μέσα του, ἄν εἶναι ἐχθρός μας θὰ μᾶς γελάση καὶ σ’ ἄλλους. Ἔτσι θὰ πάθωμε τ’ ἀντίθετα ἀπὸ ὅτι ἐπιθυμοῦμε. Σὺ ἐπιθυμεῖς νὰ σὲ ἀποκαλέση ἐλεήμονα κι αὐτὸς θὰ σὲ πῆ κενόδοξο, ἀνθρωπάρεσκο καὶ πολλὰ ἄλλα χειρότερα ἀπὸ τοῦτα. Μὸνο ἄν κρύψεις τὴν ἐλεημοσύνη του τότε θὰ σὲ ὀνομάσει φιλάνθρωπο καὶ σπλαχνικό. Ὁ Θεὸς δὲν ἀφήνει νὰ μείνη κρυφὴ ἀλλὰ ἄν σὺ τὴν κρύψης ἐκεῖνος θὰ τὴν κάνη ὁλοφάνερη καὶ ἔτσι θὰ εἶναι ὁ θαυμασμὸς μεγαλύτερος καὶ περισσότερο κέρδος. Ὥστε καὶ γιὰ τὴν ἴδια τὴ δόξα εἶναι ἀντίθετη ἡ ἐπίδειξη. Γιατὶ αὐτὸ ποὺ ἐπιδιώκομε θερμά, αὐτὸ τὸ ἴδιο συναντοῦμε σὰν ἀντίπαλο. Ὄχι μονάχα δὲν κερδίζομε τὴ δόξα τοῦ ἐλεήμονος, ἀλλὰ τὴν ἀντίθετη κι ἐκτὸς ἀπ’ αὐτὸ δεχόμαστε καὶ πολλὴ ἄλλη ζημία. Γιὰ ὅλα αὐτὰ ἄς τὴν ἀποφεύγωμε κι ἄς ἐπιθυμοῦμε μόνο τὴ δόξα τοῦ Θεοῦ. Ἔτσι θὰ ἐπιτύχωμε καὶ τὴ δόξα τῆς γῆς καὶ θ’ ἀπολαύσωμε τὰ αἰώνια ἀγαθὰ μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἀνήκει ἡ δόξα στοὺς αἰῶνες. Ἀμήν.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.291-300

Άναβάσεις - http://anavaseis.blogspot.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου